Mansiones Parthicae

Isidore, of Charax

Isidore, of Charax. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

11. Ἐντεῦθεν Ἀσταυηνὴ, s s s σχοῖνοι ξ΄, ἐν κῶμαι ιβ΄, ἐν αἷς σταθμοί· πόλις δὲ Ἀσαὰκ, ἐν ᾗ Ἀρσάκης

252
πρῶτος βασιλεὺς ἀπεδείχθη· καὶ φυλάττεται ἐνταῦθα πῦρ ἀθάνατον.

12. Ἐντεῦθεν Παρθυηνὴ, σχοῖνοι κε, ἧς αὐλών· Παρθαύνισα ἡ πόλις ἀπὸ σχοίνων ς΄· ἔνθα βασιλικαὶ ταφαί Ἕλληνες δὲ Νίσαιαν λέγουσιν. Εἶτα Γάθαρ πόλις ἀπὸ σχοίνων Ϛ΄. Εἶτα Σιρὼκ πόλις ἀπὸ σχοίνων ε΄. Κώμας δὲ οὐκ ἔχει πλὴν μιᾶς, ἥτις καλεῖται Σαφρί.

13. Ἐντεῦθεν Ἀπαυαρκτικηνὴ, σχοῖνοι κζ΄. ἐν ᾗ πόλις Ἀπαυαρκτική. Εἶτα Ῥαγαῦ πόλις καὶ κῶμαι δύο.