Mansiones Parthicae

Isidore, of Charax

Isidore, of Charax. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

17. Ἐντεῦθεν Ζαραγγιανὴ, σχοῖνοι κα΄. Ἔνθα πόλις Πάριν καὶ Κορὸκ πόλις.

18. Ἐντεῦθεν Σακαστανὴ Σακῶν Σκυθῶν, ἡ καὶ Παραιτακηνὴ, σχοῖνοι ξγ΄, Ἔνθα Βαρδὰ πόλις καὶ Μὶν πόλις καὶ Παλακεντὶ πόλις καὶ Σιγὰλ πόλις· ἔνθα

254
βασίλεια Σακῶν· καὶ πλησίον Ἀλεξάνδρεια πόλις καὶ πλησίον Ἀλεξανδρόπολις πόλις· κῶμαι δὲ ἕξ.

19. Ἐντεῦθιν Ἀραχωσία, σχοῖνοι λϚ΄. Ταύτην δὲ οἱ Πάρθοι Ἰνδικὴν Λευκὴν καλοῦσιν· ἔνθα Βιὺτ πόλις καὶ Φάρσανα πόλις καὶ Χοροχοὰδ πόλις καὶ Δημητριὰς πόλις· εἶτα Ἀλεξανδρόπολις, μητρόπολις Ἀραχωσίας· ἔστι δὲ Ἑλληνὶς, καὶ παραρρεῖ αὐτὴν ποταμὸς Ἀραχωτός. Ἄχρι τούτου ἐστὶν ἡ τῶν Πέρθων ἐπικράτεια.

Ἰσαιδώρου Χαρακηνοῦ σταθμοὶ Παρθικοί.