Mansiones Parthicae

Isidore, of Charax

Isidore, of Charax. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

20. Athenæus III, p. 93, D

Ἰσίδωρος δʼ ὁ Χαρακηνὸς ἐν τῷ τῆς Παρθίας Περιηγητικῷ κατὰ τὸ Περσικὸν πέλαγος νῆσόν φησιν εἶναί τινα, ἔνθα πλείστην μαργαρἶτιν εὑρίσκεσθαι. Διόπερ σχεδίας καλαμίνας πέριξ εἶναι τῆς νήσου, ἐξ ὧν καθαλλομένους εἰς τὴν θάλασσαν ἐπʼ ὀργυιὰς εἴκοσιν ἀναφέρειν διπλοῦς κόγχους. Φασὶ δ᾿ , ὅταν βρονταὶ συνεχεῖς ὦσι καὶ ὄμβρων ἐκχύσεις, τότε μᾶλλον τὴν πίνναν κύειν, καὶ πλείστην γίγνεσθαι μαργαρῖτιν καὶ εὐμεγέθη. Τοῦ δὲ χειμῶνος εἰς τὰς ἐμβυθίους θαλάμας δύνειν εἰώθασιν αἱ πίνναι· θέρους δὲ τὰς μὲν νύκτας κεχήνασι διανηχόμεναι, ἡμέρας δὲ μύουσιν. Ὅσαι δʼ ἂν πέτραις ἢ σπιλέσι πρεσφυῶσι, ῥιζοβολοῦσι, κἀνταῦθα ἐνὸῦσαι τὴν μαργαρῖτιν γεννῶσι. Ζωογονοῦνται δὲ καὶ τρέφονται διὰ τοῦ προσπεφυκότος τῆ σαρκὶ μέρους. Τοῦτο δὲ συμπέφυκε τῷ τοῦ κόγχου στόματι, χηλὰς ἔχον καὶ νομὴν εἰσφέρον. Ὃ δή ἐστιν ἐοικὸς καρκίνῳ μικρῷ,
255
καλούμενον πιννοφύλαξ. Διήκει δʼ ἐκ τούτου ἡ σὰρξ μέχρι μέσου τοῦ κόγχου, οἱονεὶ ῥίζα, παῤ ἣν ἡ μαργαρῖτις γεννωμένη, αὔξεται διὰ τοῦ στερεοῦ τῆς κόγχης, καὶ τρέφεται, ὅσον ἂν ᾖ προσπεφυκυῖα χρόνον. Ἐπειδὰν δὲ παρὰ τὴν ἔκφυσιν ὑποδυομένη ἡ σὰρξ καὶ μαλακῶς ἐντέμνουσα χωρίσῃ τὴν μαργαρῖτιν ἀπὸ τοῦ κόγχου, ἀμπέχουσα μὲν οὐκέτι τρέφει, λειοτέραν δʼ αὐτὴν καὶ διαυγεστέραν ποιεῖ καὶ καθαρωτέραν. Ἡ μὲν οὖν ἐμβύθιος πίννα διαυγεστάτην ποιεῖ καὶ καθαρωτάτην καὶ μεγάλην γεννᾷ μαργαρῖτιν, ἡ δὲ ἐπιπολάζουσα καὶ ἀνωφερής διὰ τὸ ὑπὸ τοῦ ἡλίου ἀκτινοβολεῖσθαι, δύσχρους καὶ ἥσσων. Κινδυνεύουσι δʼ οἱ θηρῶντες τοὺς μαργαρίτας, ὅταν εἰς κεχηνότα κόγχον κατʼ εὐθὺ ἐκτείνωσι τὴν χεῖρα· μύει γὰρ τότε, καὶ πολλάκις οἱ δάκτυλοι αὐτῶν ἀποπρίονται· ἔνιοι δὲ καὶ παραχρῆμα ἀποθνήσκουσιν. Ὁσοι δʼ ἂν ἐκ πλαγίου ὑποθέντες τὴν χεῖρα τύχωσι, ῥᾳδίως τοὺς κόγχους ἀπὸ τοῦ λίθου ἀπο· πῶσιν.

256
EX ISIDORI CHARACENI OPERE INCERTO.

34. Lucianus Macrob. c. 15

Ἀρταξέρξης ἕτερος Περσῶν βασιλεὺς, ὅν φησιν ἐπὶ τῶν πατέρων ἑαυτοῦ Ἰσίδωρος ὁ Χαρακηνὸς συγγραφτὺς βασιλεύειν, ἔτη ερία καὶ ἐνενήκοντα βιοὺς ἐπιβουλῇ τἀδελφοῦ Γωσίθρου ἐδολοφονήθη.

35. Id. ib. c. 18

Γόαισος δὲ, ὥς φησιν Ἰσίδωρος ὁ Χαρακηνὸς, ἐπὶ τῆς ἑαυτοῦ ἡλικίας Ὀμανῶν τῆς ἀρωιατοφόρου βασιλεύσας πεντεκαίδακα καὶ ἐκατὸν γεγοοὼς ἐτῶν ἐτελεύτησε νόσῳ.