Ad Nicomedem regem, vv. 1-980
Pseudo-Scymnus
Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855
τὰ λοιπὰ τῶν μιγάδων δὲ χωρὶς βάρβαρα. Κίλικες μὲν οὖν Λύκιοί τε πρὸς τούτοις ἅμαΚᾶρες Μαριανδυνοί τε παραθαλάττιοι.οἰκοῦσι Παφλαγόνες τε καὶ Παμφύλιοι·Χάλυβες δὲ τὴν μεσόγειον οἵ τε πλησίονΚαππάδοκες οἵ τε νεμόμενοι τὴν Πισιδικήν Λυδοί τε καὶ πρὸς τοῖσδε Μυσοὶ καὶ Φρύγες.236
Εἶτεν Σινώπη πόλις ἐπώνυμος μιᾶςἈμαζόνων, ὧν πλησίον τὸ χωρίον,ἥν ποτε μὲν ᾤκουν εὐγενεῖς ὄντες Σύροι,μετὰ ταῦτα δ᾿ , ὡς λέγουσιν, Ἑλλήνων ὅσοι ἐπʼ Ἀμαζόνας διέβησαν, Αὐτόλυκός τε καίσὺν Δηῖλέοντι Φλόγιος, ὄντες Θετταλοί,ἔπειτα δʼ Ἁβρώνδας γένει Μιλήσιος·ὑπὸ Κιμμερίων οὗτος δʼ ἀναιρεῖσθαι δοκεῖ·μετὰ Κιμμερίους Κῷος, πάλιν δὲ Κρητίνης, οἱ γενόμενοι φυγάδες ὅρῶν Μιλησίων·οὗτοι συνοικίζουσι δʼ αὐτήν, ἡνίκαὁ Κιμμερίων κατέδραμε τὴν Ἀσίαν στρατός.Καταντικρὺ δὲ Καράμβεως ἐν τῇ πέραν