Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • Τιβαρηνοὶ ᾤκουν ἔθνος ὁμοχώριον,
  • γελᾶν πάνυ σπεύδοντες ἐκ παντὸς τρόπου,
  • εὐδαιμονίαν ταύτην [μεγίστην] κεκρικότες.
  • 335
  • Ἀμισὸς ἐν τῇ Λευκοσύρων γῇ κειμένη
  • Φωκαέων ἀποικία,
  • τέτταρσι πρότερον ἔτεσιν οἰκισθεῖσα γάρ
  • τῆς Ἡρακλείας ἔλαβʼ Ἰωνικὴν κτίσιν.
  • Κατὰ τὴν πόλιν ταύτην δὲ τῆς Ἀσίας σχεδόν
  • στενότατος αὐχήν ἐστιν εἰς τὸν Ἰσσικόν
  • κόλπον διήκων τήν τʼ Ἀλεξανδρούπολιν,
  • τῶ Μακεδόνι κτισθεῖσαν· ἡμερῶν δʼ ὁδόν
  • εἰς τὴν Κιλικίαν ἑπτὰ τῶν πασῶν ἔχει·
  • τὸ τῆς Ἀσίας λέγεται γὰρ ἰσθμωδέστατον
  • εἰς τὸν περὶ αὐτὸν ὄντα συνάγεσθαι μυχόν.
  • Ὁ δ᾿ Ἡρόδοτος ἔοικεν ἀγνοεῖν, λέγων
  • ἐκ τῆς Κιλικίας [ἀνδρί γʼ εὐζώνῳ μολεῖν]
  • [πένθʼ ἡμερῶν εἰς Πόντον εἶναι τὴν ὁδόν.]
  • [Ἔθνη δʼ ἔχει τὰ πάντα] πεντεκαίδεκα
  • ἡ χερρόνησος, ὧν τρία μὲν Ἑλληνικά,
  • Αἰολικὸν εἶτʼ Ἰωνικὸν καὶ Δωρικόν,