Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • ἕκαστα πράττειν, τὸν δʼ ἑαυτῶν βασιλέα
  • δεδεμένον ἐν πύργῳ τε συγκεκλεισμένον
  • τηρεῖν ἐπιμελῶς, τὴν ἀνωτάτω στέγην
  • ἔχοντα, τοῖς φρουροῦσι δʼ αὐτὸν ἐπιμελές
  • εἶναι, νομίμως ἵνα πάντα προστάττῃ ποιεῖν·
  • εἰ δὲ παραβαίη, κόλασιν αὐτοῦ λαμβάνειν
  • φασὶν μεγίστην, μὴ διδόντας τὴν τροφήν.
  • Κερασοῦς Σλνωπέων ἄποικος
  • καθʼ ἣν ἔρημος κειμένη
  • παρήκει νῆσος Ἄρεως λεγομένη.
  • Τιβαρηνοὶ ᾤκουν ἔθνος ὁμοχώριον,
  • γελᾶν πάνυ σπεύδοντες ἐκ παντὸς τρόπου,
  • εὐδαιμονίαν ταύτην [μεγίστην] κεκρικότες.
  • 335
  • Ἀμισὸς ἐν τῇ Λευκοσύρων γῇ κειμένη
  • Φωκαέων ἀποικία,