Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • Ἕλληνας ἀπὸ τῶν ἐγγὺς ἥκοντας τόπων.
  • Ταύτας περιέχει τὰς πόλεις διακειμένας
  • νῆσος, κατὰ τὴν Μαιῶτιν ἄχρι τοῦ Βοσπόρου
  • χώραν ἀπολαμβάνουσα πολλὴν πεδιάδα,
  • ἥτις τὰ μὲν τοῖς ἕλεσι καὶ τοῖς ποταμίοις
  • ἀδιάβατος τοῖς τενάγεσίν τʼ ἐν τῷ πέραν,
  • ἃ δὲ τῇ θαλάττῃ τῇ τε λίμνῃ γίνεται.
  • Τὸ δὲ στόμʼ ἐκπλέοντι Κιμμερὶς πόλις,
  • 234
  • ἀπὸ Κιμμερίων μὲν βαρβάρων κεκλημένη,
  • κτίσις τυράννων δʼ οὖσα τῶν ἐν Βοσπόρῳ,
  • Κῆπός τʼ ἀποικισθεῖσα διὰ Μιλησίων.
  • ---Μοσύνοικοι ---
  • ἔθεσι νόμοις ἔργοις τε βαρβαρώτατοι·
  • φασὶν γὰρ ἐν ξυλίνοισιν ὑψηλοῖς τʼ ἄγαν
  • πύργοις ἐνοικεῖν πάντας, ἔν φανερῷ δʼ ἀεὶ