Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • Ὑπὲρ τὰ Τέμπη δ᾿ ἔστιν ἡ τῶν Μακεδόνων
  • χώρα παρὰ τὸν Ὄλυμπον ἑξῆς κειμένη,
  • ἧς φασι βασιλεῦσαι Μακεδόνα γηγενῆ,
  • ἔθνος τὸ Λυγκηστῶν δὲ καὶ τῶν Πελαγόνων,
  • τῶν κειμένων ἐκεῖσε παρὰ τὸν Ἄξιον,
  • καὶ Βοττεατῶν, τῶν τε περὶ τὸν Στρυμόνα.
  • Ἐν τῇ μεσογείῳ δʼ εἰσὶ μὲν πολλαὶ πόλεις,
  • ἡ Πέλλα καὶ Βέροια δʼ ἐπιφανέσταται
  • ἐν παραλίᾳ δὲ Θετταλονίκη Πύδνα τε.
  • 221
  • Κάμψαντι τὴν ἄκραν δὲ τὴν καλουμένην
  • Αἴνειαν ἡ πρὶν γενομένη Κορινθίων
  • κτίσις Ποτίδαιʼ ἐστὶ, Δωρικὴ πόλις,
  • μετὰ ταῦτα Κασάνδρεια δʼ ὠνομασμένη.
  • Ἐν τῇ μεσογείῳ δʼ Ἀντιγόνεια λεγομένν
  • Ὄλυνθος ὕστερον δὲ γενομένη πόλις,
  • ἣν ἐξανέστησεν Φίλιππος ὁ Μακεδών,
  • δόρατι κρατήσας. Μετὰ δὲ τὴν Ὀλυνθίαν
  • Ἀρέθουσα, Παλλήνη τʼ ἐπ᾿ ἰσθμοῦ κειμένη.
  • Ταύτην δὲ, Φλέγραν τὸ πρότερον καλουμένην,
  • τοὺς θεομάχους Γίγαντας οἰκῆσαι λόγος,