GetPassage urn:cts:greekLit:tlg0068.tlg001.1st1K-grc1:2.618-2.637 urn:cts:greekLit:tlg0068.tlg001.1st1K-grc1:2.618-2.637
Ὑπὲρ τὰ Τέμπη δ᾿ ἔστιν ἡ τῶν Μακεδόνωνχώρα παρὰ τὸν Ὄλυμπον ἑξῆς κειμένη, ἧς φασι βασιλεῦσαι Μακεδόνα γηγενῆ,ἔθνος τὸ Λυγκηστῶν δὲ καὶ τῶν Πελαγόνων,τῶν κειμένων ἐκεῖσε παρὰ τὸν Ἄξιον,καὶ Βοττεατῶν, τῶν τε περὶ τὸν Στρυμόνα.Ἐν τῇ μεσογείῳ δʼ εἰσὶ μὲν πολλαὶ πόλεις, ἡ Πέλλα καὶ Βέροια δʼ ἐπιφανέσταταιἐν παραλίᾳ δὲ Θετταλονίκη Πύδνα τε.Κάμψαντι τὴν ἄκραν δὲ τὴν καλουμένηνΑἴνειαν ἡ πρὶν γενομένη Κορινθίωνκτίσις Ποτίδαιʼ ἐστὶ, Δωρικὴ πόλις, μετὰ ταῦτα Κασάνδρεια δʼ ὠνομασμένη.Ἐν τῇ μεσογείῳ δʼ Ἀντιγόνεια λεγομέννὌλυνθος ὕστερον δὲ γενομένη πόλις,ἣν ἐξανέστησεν Φίλιππος ὁ Μακεδών,δόρατι κρατήσας. Μετὰ δὲ τὴν Ὀλυνθίαν Ἀρέθουσα, Παλλήνη τʼ ἐπ᾿ ἰσθμοῦ κειμένη.Ταύτην δὲ, Φλέγραν τὸ πρότερον καλουμένην,τοὺς θεομάχους Γίγαντας οἰκῆσαι λόγος,