Descriptio Graeciae

Heraclides, Criticus

Dicaearchus, Messenius (Pseudo); Heraclides, Criticus, author; Geographi Graeci Minores, Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

8. Ἐντεῦθεν εἰς Τάναγραν στάδια ρλ΄ ὁδὸς δἰ ἐλαιοφύτου καὶ συνδένδρου χώρας, παντὸς καθαρεύουσα τοῦ ἀπὸ τῶν κλώπων φόβου. Ἡ δὲ πόλις τραχεῖα μέν καὶ μετέωρος, λευκὴ δὲ τῇ ἐπιφανείᾳ καὶ ἀργιλλώδης· τοῖς δὲ τῶν οἰκιῶν προθύροις καὶ ἐγκαύμασιν ἀναθεματικοῖς κάλλιστα κατεσκευασμένη. Καρποῖς δὲ τοῖς ἐκ τῆς χώρας σιτικοῖς οὐ λίαν ἔφθονος, οἴνῳ δὲ τῷ γινομένῳ κατὰ τὴν Βοιωτίαν πρωτεύουσα.

(9) Οἱ δʼ ἐνοικοῦντες ταῖς μὲν οἰκίαις λαμπροὶ, τοῖς δὲ βίοις λιτοί· πάντες γεωργοὶ, οὐκ ἐργάται· δικαιοσύνην, πίστιν, ξενίαν ἀγαθοὶ διαφυλάξαι· τοῖς δεομένοις τῶν πολιτῶν καὶ τοῖς στιχοπλανή ταις τῶν ἀποδημητικῶν ἀφʼ ὧν ἔχουσιν ἀπαρχόμενοί τε καὶ ἐλευθέρως μεταδιδόντες, ἀλλότριοι πάσης ἀδίκου πλεονεξίας. Καὶ ἐνδιατρῖψαι δὲ ξένοις ἀσφαλεστάτη ἡ πόλις τῶν κατὰ τὴν Βοιωτίαν· ὕπεστι γὰρ αὐθέκαστός τε καὶ παραύστηρος μισοπονηρία διὰ τὴν τῶν κατοικούντων αὐτάρκειάν τε καὶ φιλεργίαν.

(10) Προσπάθειαν γὰρ πρός τι γένος ἀκρασίας ἥκιστα ἐν ταύτῃ τῇ πόλει κατενόησα, δἰ ἣν ὡς ἐπὶ τὸ πολὺ τὰ μέγιστα γίνεται ἐν τοῖς ἀνθρώποις ἀδικήματα. Οὗ γὰρ βίος ἐστὶν ἱκανὸς, προσπάθεια πρὸς

102
κέρδος οὐ φύεται· χαλεπὸν ἄρα τούτοις ἐγγίνεσθαι πονηρίαν.

11. Ἐντεῦθεν εἰς Πλαταιὰς στάδια σ΄. Ὁδὸς ἡσυχῆ μὲν ἔρημος καὶ λιθώδης, ἀνατείνουσα δὲ πρὸς τὸν Κιθαιρῶνα, οὐ λίαν δὲ ἐπισφαλής. Ἡ δὲ πόλις κατὰ τὸν κωμῳδιῶν ποιητὴν Ποσείδιππον

  • ναοὶ δύ᾿ εἰσὶ καὶ στοὰ καὶ τοὔνομεα,
  • καὶ τὸ βαλανεῖον καὶ τὸ Σπράμβου κλέος,
  • τὸ πολὺ μὲν ἀκτὴ, τοῖς δʼ Ἐλευθερίοις πόλις.
  • Οἱ δὲ πολῖται οὐδὲν ἕτερον ἔχουσι λέγειν, ἢ ὅτι Ἀθηναίων εἰσὶν ἄποικοι καὶ ὅτι τῶν Ἑλλήνων καὶ Περσῶν παῤ αὐτοῖς ἡ μάχη ἐγένετο. Εἰσὶ δὲ Ἀθηναῖοι Βοιωτοί.

    12. Ἐντεῦθεν εἰς Θήβας στέδια π΄. Ὁδὸς λεία πᾶσα καὶ ἐπίπεδος. Ἡ δὲ πόλις ἐν μέσῳ μέν τῆς τῶν Βοιωτῶν κεῖται χώρας, τήν περίμετρον ἔχουσα σταδίων ο πᾶσα δʼ ὁμαλή· στρογγύλη μὲν τῷ σχήματι, τῇ χρόα δὲ μελάγγειος ἀρχαία μὲν οὖσα, καινῶς δʼ ἐρρυμοτομημένη διὰ τὸ τρὶς ἤδη, ὥς φασιν αἱ ἱστορίαι, κατεσκάφθαι διὰ τὸ βάρος καὶ τὴν ὑπερηφανίαν τῶν κατοικούντων.

    (13) Καὶ ἱπποτρόφος δὲ ἀγαθή, κάθυδρος πᾶσα, χ λωρά τε καὶ γεώλοφος, κηπεύματα ἔχουσα πλεῖστα τῶν ἐν τῇ Ἑλλάδι πόλεων. Καὶ γὰρ ποταμοὶ ῥέουσι δἰ αὐτῆς δύο τὸ ὑποκείμενον τῇ πόλει πεδίον πᾶν ἀρδεύοντες. Φέρεται δὲ καὶ ἀπὸ τῆς Καδμείας ὕδωρ ἀφανές διὰ σωλήνων ἀγόμενον ὑπὸ

    103
    Κάδμου τὸ παλαιὸν, ὡς λέγουσι, κατεσκευασμένον.

    (14) Ἡ μὲν οὖν πόλις τοιαύτη. Οἱ δʼ ἐνοικοῦντες μεγαλόψυχοι καὶ θαυμαστοὶ ταῖς κατὰ τὸν βίον εὐελπιστίαις· θρασεῖς δὲ καὶ ὑβρισταὶ καὶ ὑπερήφανοι, πλῆκταί τε καὶ ἀδιάφοροι πρὸς πάντα ξένον καὶ δημότην καὶ κατανωτισταὶ παντὸς δικαίου·

    (15) πρὸς τὰ ἀμφισβτούμενα τῶν συναλλαγμάτων οὐ λόγῳ συνιστάμενοι, τὴν δʼ ἐκ τοῦ θράσους καὶ τῶν χειρῶν προσάγοντες βίαν, τὰ ἐν τοῖς γυμνικοῖς ἀγῶσι γινόμενα πρὸς αὑτοὺς τοῖς ἀθληταῖς βίαια εἰς τὴν δικαιολογίαν μεταφέροντες.

    (16) Διὸ καὶ αἱ δίκαι παῤ αὐτοῖς δἰ ἐτῶν τοὐλάχιστον εἰσάγονται τριάκοντα. Ὁ γὰρ μνησθεὶς ἐν τῷ πλήθει περί τινος τοιούτου καὶ μὴ εὐθέως ἀπάρας ἐκ τῆς Βοιωτίας, ἀλλὰ τὸν ἐλάχιστον μείνας ἐν τῇ πόλει χρόνον, μετ᾿ οὐ πολὺ παρατηρηθεὶς νυκτὸς ὑπὸ τῶν οὐ βουλομένων τὰς δίκας συντελεῖσθαι θανάτῳ βιαίῳ ζημιοῦται.· Φόνοι δέ παῤ αὐτοῖς διὰ τὰς τυχούσας γίγνονται αἰτίας.