Descriptio Graeciae
Heraclides, Criticus
Dicaearchus, Messenius (Pseudo); Heraclides, Criticus, author; Geographi Graeci Minores, Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855
Ἐντεῦθεν εἰς τὸ Ἀθηναίων ἔπεισιν --- ἄστυ· ὁδὸς δὲ ἡδεῖα, γεωργουμένη πᾶσα, ἔχουσά [τι] τῇ ὄψει φιλάνθρωπον.
2. Τὰ γινόμενα ἐκ τῆς γῆς πάντα ἀτίμητα καὶ πρῶτα τῇ γεύσει, μικρῷ δὲ σπανιώτερα. --- Ἀλλ᾿ ἡ τῶν ξένων ἑκάστοις συνοικειουμένη ταῖς ἐπιθυμίαις εὐάρμοστος διατριβὴ περισπῶσα τὴν διάνοιαν ἐπὶ τὸ ἀρέσκον λήθην τῆς δουλείας ἐργάζεται. Ἔσιι δὲ τοῖς μὲν
3. Ἀγαθοὶ δέ οἱ κατοικοῦντες αὐτὴν παντὶ τεχνίτῃ περιποιῆσαι δόξαν μεγάλην, ἐπὶ τοῖς εὖ τετεχνημένοις ἐκβάλλοντες τὰς εὐημερίας, [ὡς] θαυμαστὸν τὴν πόλιν λιθίνων ζώων [εἶναι] διδασκαλεῖον.
4. Τῶν δʼ ἐνοικούντων οἱ μὲν αὐτῶν Ἀττικοὶ, οἱ δʼ Ἀθηναῖοι. Οἱ μὲν Ἀττικοὶ περίεργοι ταῖς λαλιαῖς, ὕπουλοι, συκοφαντώδεις, παρατηρηταὶ τῶν ξενικῶν βίων οἱ δʼ Ἀθηναῖοι μεγαλόψυχοι, ἁπλοῖ τοῖς τρόποις, φιλίας γνήσιοι φύλακες. Διατρέχουσι δέ τινες ἐν τῇ πόλει, λογογράφοι, σείοντες τοὺς παρεπιδημοῦντας καὶ εὐπόρους τῶν ξένων· οὃς ὅταν ὁ δῆμος λάβῃ, σκληραῖς περιβάλλει ζημίαις. Οἱ δὲ εἰλικρινεῖς Ἀθηναῖοι δριμεῖς τῶν τεχνῶν ἀκροαταὶ καὶ θεαταὶ συνεχεῖς.
(5) Τὸ καθόλου δʼ ὅσον αἱ λοιπαὶ πόλεις πρός τε ἡδονήν καὶ βίου διόρθωσιν τῶν ἀγρῶν διαφέρουσι, τοσοῦτον τῶν λοιπῶν πόλεων ἡ τῶν Ἀθηναίων παραλλάττει. Φυλακτέον δʼ ὡς ἔνι μάλιστα τὰς ἑταίρας, μή λάθῃ τις ἡδέως ἀπολόμενος. Ὁ στίχος Λυσίππου·
6. Ἐντεῦθεν εἰς Ὠρωπὸν διʼ Ἀφιδνῶν καὶ τοῦ Ἀμφιαράου Διὸς ἱεροῦ ὁδὸν ἐλευθέρῳ βαδίζοντι σχεδὸν ἡμέρας προσάντη [πάντα] ἀλλ᾿ ἡ τῶν καταλύσεων πολυπλήθεια τὰ πρὸς τὸν βίον ἔχουσα ἄφθονα καὶ ἀναπαύτεις κωλύει κόπον ἐγγίνεσθαι τοῖς ὁδοιποροῦσιν.
(7) Ἡ δὲ πόλις τῶν Ὠρωπίων [συν]οικία θητῶν ἐστὶ,