Descriptio Graeciae

Heraclides, Criticus

Dicaearchus, Messenius (Pseudo); Heraclides, Criticus, author; Geographi Graeci Minores, Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

11. Ἐντεῦθεν εἰς Πλαταιὰς στάδια σ΄. Ὁδὸς ἡσυχῆ μὲν ἔρημος καὶ λιθώδης, ἀνατείνουσα δὲ πρὸς τὸν Κιθαιρῶνα, οὐ λίαν δὲ ἐπισφαλής. Ἡ δὲ πόλις κατὰ τὸν κωμῳδιῶν ποιητὴν Ποσείδιππον

  • ναοὶ δύ᾿ εἰσὶ καὶ στοὰ καὶ τοὔνομεα,
  • καὶ τὸ βαλανεῖον καὶ τὸ Σπράμβου κλέος,
  • τὸ πολὺ μὲν ἀκτὴ, τοῖς δʼ Ἐλευθερίοις πόλις.
  • Οἱ δὲ πολῖται οὐδὲν ἕτερον ἔχουσι λέγειν, ἢ ὅτι Ἀθηναίων εἰσὶν ἄποικοι καὶ ὅτι τῶν Ἑλλήνων καὶ Περσῶν παῤ αὐτοῖς ἡ μάχη ἐγένετο. Εἰσὶ δὲ Ἀθηναῖοι Βοιωτοί.

    12. Ἐντεῦθεν εἰς Θήβας στέδια π΄. Ὁδὸς λεία πᾶσα καὶ ἐπίπεδος. Ἡ δὲ πόλις ἐν μέσῳ μέν τῆς τῶν Βοιωτῶν κεῖται χώρας, τήν περίμετρον ἔχουσα σταδίων ο πᾶσα δʼ ὁμαλή· στρογγύλη μὲν τῷ σχήματι, τῇ χρόα δὲ μελάγγειος ἀρχαία μὲν οὖσα, καινῶς δʼ ἐρρυμοτομημένη διὰ τὸ τρὶς ἤδη, ὥς φασιν αἱ ἱστορίαι, κατεσκάφθαι διὰ τὸ βάρος καὶ τὴν ὑπερηφανίαν τῶν κατοικούντων.

    (13) Καὶ ἱπποτρόφος δὲ ἀγαθή, κάθυδρος πᾶσα, χ λωρά τε καὶ γεώλοφος, κηπεύματα ἔχουσα πλεῖστα τῶν ἐν τῇ Ἑλλάδι πόλεων. Καὶ γὰρ ποταμοὶ ῥέουσι δἰ αὐτῆς δύο τὸ ὑποκείμενον τῇ πόλει πεδίον πᾶν ἀρδεύοντες. Φέρεται δὲ καὶ ἀπὸ τῆς Καδμείας ὕδωρ ἀφανές διὰ σωλήνων ἀγόμενον ὑπὸ

    103
    Κάδμου τὸ παλαιὸν, ὡς λέγουσι, κατεσκευασμένον.

    (14) Ἡ μὲν οὖν πόλις τοιαύτη. Οἱ δʼ ἐνοικοῦντες μεγαλόψυχοι καὶ θαυμαστοὶ ταῖς κατὰ τὸν βίον εὐελπιστίαις· θρασεῖς δὲ καὶ ὑβρισταὶ καὶ ὑπερήφανοι, πλῆκταί τε καὶ ἀδιάφοροι πρὸς πάντα ξένον καὶ δημότην καὶ κατανωτισταὶ παντὸς δικαίου·

    (15) πρὸς τὰ ἀμφισβτούμενα τῶν συναλλαγμάτων οὐ λόγῳ συνιστάμενοι, τὴν δʼ ἐκ τοῦ θράσους καὶ τῶν χειρῶν προσάγοντες βίαν, τὰ ἐν τοῖς γυμνικοῖς ἀγῶσι γινόμενα πρὸς αὑτοὺς τοῖς ἀθληταῖς βίαια εἰς τὴν δικαιολογίαν μεταφέροντες.

    (16) Διὸ καὶ αἱ δίκαι παῤ αὐτοῖς δἰ ἐτῶν τοὐλάχιστον εἰσάγονται τριάκοντα. Ὁ γὰρ μνησθεὶς ἐν τῷ πλήθει περί τινος τοιούτου καὶ μὴ εὐθέως ἀπάρας ἐκ τῆς Βοιωτίας, ἀλλὰ τὸν ἐλάχιστον μείνας ἐν τῇ πόλει χρόνον, μετ᾿ οὐ πολὺ παρατηρηθεὶς νυκτὸς ὑπὸ τῶν οὐ βουλομένων τὰς δίκας συντελεῖσθαι θανάτῳ βιαίῳ ζημιοῦται.· Φόνοι δέ παῤ αὐτοῖς διὰ τὰς τυχούσας γίγνονται αἰτίας.

    (17) Τοὺς μὲν οὖν ἄνορας συμβαίνει τοιούτους εἶναι. Διατρέχουσι δέ τινες ἐν αὐτοῖς ἀξιόλογοι, μεγαλόψυχοι, πάσης ἄξιοι φιλίας. Αἱ δὲ γυναῖκες αὐτῶν τοῖς μεγέθεσι, πορείαις, ῥυθμοῖς εὐσχημονέσταταί τε καὶ εὐπρεπέσταται τῶν ἐν τῇ Ἑλλάδι γυναικῶν. Μαρτυρεῖ Σοφοκλῆς·

  • Θήβας λέγεις μοὶ τὰς πύλας ἑπταστόμους,
  • οὐ δὴ μόνον τίκτουσιν αἱ θνηταὶ θεούς.
  • (18) Τὸ τῶν ἱματίων ἐπὶ τῆς κεφαλῆς κάλυμμα τοιοῦτόν ἐστιν, ὥστε προσωπιδίῳ δοκεῖν πᾶν τὸ πρόσωπον κατειλῆφθαι· οἱ γὰρ ὀφθαλμοὶ διαφαίνονται μόνον, τὰ δὲ λοιπὰ μέρη τοῦ προσώπου πάντα κατέχεται τοῖς ἱματίοις. Φοροῦσι δʼ αὐτὰ πᾶσοι λευκά.

    (19) Τὸ δὲ τρίχωμα ξανθὸν, ἀναδεδεμένον μέχρι τῆς κορυφῆς· ῦ δὴ καλεῖται ὑπὸ τῶν ἐγχωρίων λαμπάδιον. Ὑπόδημα λιτὸν, οὐ βαθὺ, φοινικοῦν δὲ τῇ χροιᾷ καὶ ταπεινὸν, ὑσκλωτὸν δ᾿, ὥστε γυμνοὺς σχεδὸν ἐκφαίνεσθαι τοὺς πόδας.

    (20) Εἰσὶ δὲ καὶ ταῖς ὁμιλίαις οὐ λίαν Βοιώτιαι, μᾶλλον δὲ Σικυώνιαι. Καὶ ἡ φωνὴ δʼ αὐτῶν ἐστὶν ἐπίχαρις· τῶν δʼ ἀνθρώπων ἀτερπὴς καὶ βαρεῖα.