Descriptio Graeciae

Heraclides, Criticus

Dicaearchus, Messenius (Pseudo); Heraclides, Criticus, author; Geographi Graeci Minores, Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

Ἐντεῦθεν εἰς τὸ Ἀθηναίων ἔπεισιν --- ἄστυ· ὁδὸς δὲ ἡδεῖα, γεωργουμένη πᾶσα, ἔχουσά [τι] τῇ ὄψει φιλάνθρωπον.

98
Ἡ δὲ πόλις ξηρὰ πᾶσα, οὐκ εὔυδρος, κακῶς ἐρρυμοτομημένη διὰ τὴν ἀρχαιότητα. Αἱ μέν πολλαὶ2 τῶν οἰκιῶν εὐτελαῖς, ὀλίγαι δὲ χρήσιμαι. Ἀπιστηθείη δʼ ἂν ἐξαίφνης ὑπὸ τῶν ξένων θεωρουμένη, εἰ αὐτή ἐστιν ἡ προσαγορευομένη τῶν Ἀθηναίων πόλις· μετ᾿ οὐ πολὺ δὲ πιστεύσειεν ἄν τις. Ὠδεῖον τῶν ἐν τῇ οἰκουμένῃ κάλλιστον· θέατρον ἀξιόλογον, μέγα καὶ θαυμαστόν· Ἀθηνᾶς ἱερὸν πολυτελές, ἀπόψιον, ἔξιον θεᾶς, ὁ καλούμενος Παρθενὼν, ὑπερκείμενον τοῦ θεάτρου· μεγάλην κατάπληξιν ποιεῖ τοῖς θεωροῦσιν· Ὀλύμπιον, ἡμιτελές μὲν, κατάπληξιν δʼ ἔχον τὴν τῆς οἰκοδομίας ὑπογραφὴν, γενόμενον δʼ ἂν βέλτιστον, εἴπερ συνετελέσθη· γυμνάσια τρία, Ἀκαδημία, Λύκειον, Κυνόσαργες, πάντα κατάδενδρά τε καὶ τοῖς ἐδάφεσι ποώδη, χόρτοι παντοθαλεῖς φιλοσόφων παντοδαπῶν, ψυχῆς ἀπάται καὶ ἀναπαύσεις· σχολαὶ πολλαὶ, θέαι συνεχεῖς.

2. Τὰ γινόμενα ἐκ τῆς γῆς πάντα ἀτίμητα καὶ πρῶτα τῇ γεύσει, μικρῷ δὲ σπανιώτερα. --- Ἀλλ᾿ ἡ τῶν ξένων ἑκάστοις συνοικειουμένη ταῖς ἐπιθυμίαις εὐάρμοστος διατριβὴ περισπῶσα τὴν διάνοιαν ἐπὶ τὸ ἀρέσκον λήθην τῆς δουλείας ἐργάζεται. Ἔσιι δὲ τοῖς μὲν

99
θέαις ἡ πόλις καὶ σχολαῖς τοῖς δημοτικοῖς ἀνεπαίσθητος [ὁ] λιμὸς, λήθην ἐμποιούσαις τῆς τῶν σίτων προσφορᾶς· ἐφόδια δὲ ἔχουσιν οὐδεμία τοιαύτη πρὸς ἡδονήν --- Καὶ ἕτερα δὲ ἡ πόλις ἡδέα ἔχει καὶ πολλά. Καὶ γὰρ αἱ σύνεγγυς αὐτῆς πόλεις προάστεια τῶν Ἀθηναίων εἰσίν --- .

3. Ἀγαθοὶ δέ οἱ κατοικοῦντες αὐτὴν παντὶ τεχνίτῃ περιποιῆσαι δόξαν μεγάλην, ἐπὶ τοῖς εὖ τετεχνημένοις ἐκβάλλοντες τὰς εὐημερίας, [ὡς] θαυμαστὸν τὴν πόλιν λιθίνων ζώων [εἶναι] διδασκαλεῖον.

4. Τῶν δʼ ἐνοικούντων οἱ μὲν αὐτῶν Ἀττικοὶ, οἱ δʼ Ἀθηναῖοι. Οἱ μὲν Ἀττικοὶ περίεργοι ταῖς λαλιαῖς, ὕπουλοι, συκοφαντώδεις, παρατηρηταὶ τῶν ξενικῶν βίων οἱ δʼ Ἀθηναῖοι μεγαλόψυχοι, ἁπλοῖ τοῖς τρόποις, φιλίας γνήσιοι φύλακες. Διατρέχουσι δέ τινες ἐν τῇ πόλει, λογογράφοι, σείοντες τοὺς παρεπιδημοῦντας καὶ εὐπόρους τῶν ξένων· οὃς ὅταν ὁ δῆμος λάβῃ, σκληραῖς περιβάλλει ζημίαις. Οἱ δὲ εἰλικρινεῖς Ἀθηναῖοι δριμεῖς τῶν τεχνῶν ἀκροαταὶ καὶ θεαταὶ συνεχεῖς.

(5) Τὸ καθόλου δʼ ὅσον αἱ λοιπαὶ πόλεις πρός τε ἡδονήν καὶ βίου διόρθωσιν τῶν ἀγρῶν διαφέρουσι, τοσοῦτον τῶν λοιπῶν πόλεων ἡ τῶν Ἀθηναίων παραλλάττει. Φυλακτέον δʼ ὡς ἔνι μάλιστα τὰς ἑταίρας, μή λάθῃ τις ἡδέως ἀπολόμενος. Ὁ στίχος Λυσίππου·

  • Εἰ μή τεθέασαι τὰς Ἀθήνας, στέλεχος εἶ·
  • εἰ δὲ τεθέασαι, μή τεθήρευσαι δ᾿, ὄνος·
  • εἰ δʼ εὐαρεστῶν ἀποτρέχεις, κανθήλιος.
  • 100
  • Αὕτη πόλις ἔσθʼ Ἑλληνὶς ἡ ῥόδοις ἴσην
  • εὐωδίαν ἔχουσα χἄμ᾿ ἀηδίαν.
  • Τὰ γὰρ ἅλίεια τὰ μεγάλʼ εἰς σχολὴν ἄγει,
  • τὸ δʼ ἁλιακὸν ἔτος με μαίνεσθαι ποιεῖ.
  • Ὅταν δὲ τὴν λεύκην τις αὐτῶν πρφέως
  • ἁλιακὸν εἶναι στέφανον εἴπῃ, πνίγομαι
  • οὕτως ἐπʼ αὐτοῖς, ὥστε μᾶλλον ἂν θέλειν
  • ἀποκαρτερεῖν, ἢ ταῦτʼ ἀκούων καρτερεῖν.
  • Τοιοῦτο τῶν ξένων τι καταχεῖται σκότος.
  • 6. Ἐντεῦθεν εἰς Ὠρωπὸν διʼ Ἀφιδνῶν καὶ τοῦ Ἀμφιαράου Διὸς ἱεροῦ ὁδὸν ἐλευθέρῳ βαδίζοντι σχεδὸν ἡμέρας προσάντη [πάντα] ἀλλ᾿ ἡ τῶν καταλύσεων πολυπλήθεια τὰ πρὸς τὸν βίον ἔχουσα ἄφθονα καὶ ἀναπαύτεις κωλύει κόπον ἐγγίνεσθαι τοῖς ὁδοιποροῦσιν.

    (7) Ἡ δὲ πόλις τῶν Ὠρωπίων [συν]οικία θητῶν ἐστὶ,

    101
    μεταβόλων ἐργασία, τελωνῶν ἀνυπέρβλητος πλεονεξία, ἐκ πολλῶν χρόνων ἀνεπιθέτῳ τῇ πονηρίᾳ συντεθραμμένη· τελωνοῦσι γὰρ καὶ τὰ μέλλοντα πρὸς αὐεοὺς εἰσάγεσθαι. Οἱ πολλοὶ αὐτῶν τραχεῖς ἐν ταῖς ὁμιλίαις, τοὺς συνετοὺς ἐπανελόμενοι. Ἀρνούμενοι τοὺς Βοιωτοὺς Ἀθηναῖοί εἰσι Βοιωτοί. Οἱ στίχοι Ξένωνος·
  • Πάντες τελῶναι, πάντες εἰσὶν ἅρπαγες.
  • Κακὸν τέλος γένοιτο τοῖς Ὠρωπίοις.
  • 8. Ἐντεῦθεν εἰς Τάναγραν στάδια ρλ΄ ὁδὸς δἰ ἐλαιοφύτου καὶ συνδένδρου χώρας, παντὸς καθαρεύουσα τοῦ ἀπὸ τῶν κλώπων φόβου. Ἡ δὲ πόλις τραχεῖα μέν καὶ μετέωρος, λευκὴ δὲ τῇ ἐπιφανείᾳ καὶ ἀργιλλώδης· τοῖς δὲ τῶν οἰκιῶν προθύροις καὶ ἐγκαύμασιν ἀναθεματικοῖς κάλλιστα κατεσκευασμένη. Καρποῖς δὲ τοῖς ἐκ τῆς χώρας σιτικοῖς οὐ λίαν ἔφθονος, οἴνῳ δὲ τῷ γινομένῳ κατὰ τὴν Βοιωτίαν πρωτεύουσα.

    (9) Οἱ δʼ ἐνοικοῦντες ταῖς μὲν οἰκίαις λαμπροὶ, τοῖς δὲ βίοις λιτοί· πάντες γεωργοὶ, οὐκ ἐργάται· δικαιοσύνην, πίστιν, ξενίαν ἀγαθοὶ διαφυλάξαι· τοῖς δεομένοις τῶν πολιτῶν καὶ τοῖς στιχοπλανή ταις τῶν ἀποδημητικῶν ἀφʼ ὧν ἔχουσιν ἀπαρχόμενοί τε καὶ ἐλευθέρως μεταδιδόντες, ἀλλότριοι πάσης ἀδίκου πλεονεξίας. Καὶ ἐνδιατρῖψαι δὲ ξένοις ἀσφαλεστάτη ἡ πόλις τῶν κατὰ τὴν Βοιωτίαν· ὕπεστι γὰρ αὐθέκαστός τε καὶ παραύστηρος μισοπονηρία διὰ τὴν τῶν κατοικούντων αὐτάρκειάν τε καὶ φιλεργίαν.

    (10) Προσπάθειαν γὰρ πρός τι γένος ἀκρασίας ἥκιστα ἐν ταύτῃ τῇ πόλει κατενόησα, δἰ ἣν ὡς ἐπὶ τὸ πολὺ τὰ μέγιστα γίνεται ἐν τοῖς ἀνθρώποις ἀδικήματα. Οὗ γὰρ βίος ἐστὶν ἱκανὸς, προσπάθεια πρὸς

    102
    κέρδος οὐ φύεται· χαλεπὸν ἄρα τούτοις ἐγγίνεσθαι πονηρίαν.