Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

Δημήτριος δὲ τὴν τῆς πόλεως ἅλωσιν ὑπολαβὼν ἐκ τῶν χειρῶν αὐτοῦ τὴν τύχην ἀφῃρῆσθαι πάλιν παρεσκευάζετο πρὸς τὴν πολιορκίαν. εἶτα τοῦ πατρὸς αὐτῷ γράψαντος διαλύσασθαι πρὸς Ῥοδίους ὡς ἄν ποτε δύνηται, τὸν κάλλιστον ἐπετήρει καιρόν, δώσοντα προφάσεις εὐλόγους τῆς συνθέσεως.

Πτολεμαίου δὲ γράψαντος τοῖς Ῥοδίοις τὸ μὲν πρῶτον ὅτι πέμψει σίτου πλῆθος αὐτοῖς καὶ στρατιώτας τρισχιλίους, μετὰ δὲ ταῦτα συμβουλεύοντος, ἐὰν ᾖ δυνατόν, μετρίως

v.5.p.316
διαλύσασθαι πρὸς Ἀντίγονον, ἅπαντες ἔρεπον πρὸς τὴν εἰρήνην.

καθʼ ὃν δὴ χρόνον τοῦ κοινοῦ τῶν Αἰτωλῶν ἀποστείλαντος πρεσβευτὰς περὶ διαλύσεων οἱ Ῥόδιοι συνέθεντο πρὸς Δημήτριον ἐπὶ τοῖσδε, αὐτόνομον καὶ ἀφρούρητον εἶναι τὴν πόλιν καὶ ἔχειν τὰς ἰδίας προσόδους, συμμαχεῖν δὲ Ῥοδίους Ἀντιγόνῳ πλὴν ἐὰν ἐπὶ Πτολεμαῖον στρατεύηται, καὶ δοῦναι τῶν πολιτῶν ὁμήρους ἑκατὸν οὓς ἂν ἀπογράψηται Δημήτριος πλὴν τῶν ἀρχὰς ἐχόντων.