Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

οἱ δὲ τῶν Ῥοδίων πρυτάνεις πυθόμενοι τὸ συμβεβηκὸς καὶ τὴν πόλιν ὁρῶντες ἅπασαν τεθορυβημένην τοῖς μὲν ἐπὶ τοῦ λιμένος καὶ τῶν τειχῶν παρήγγειλαν μένειν ἐπὶ τῆς ἰδίας τάξεως καὶ τοὺς ἔξωθεν, ἂν προσβάλωσιν, ἀμύνασθαι, αὐτοὶ δʼ ἔχοντες τὸ τῶν ἐπιλέκτων σύστημα καὶ τοὺς ἀπὸ τῆς Ἀλεξανδρείας προσφάτως καταπεπλευκότας στρατιώτας ὥρμησαν ἐπὶ τοὺς ἐντὸς τοῦ τείχους παρεισπεπτωκότας.

περικαταλαβούσης δʼ ἡμέρας καὶ τοῦ Δημητρίου τὸ σύσσημον ἄραντος οἱ μὲν τῷ λιμένι προσβαλόντες καὶ τὸ τεῖχος πάντοθεν περιεστρατοπεδευκότες

v.5.p.315
συνηλάλαξαν, εὐθαρσεῖς ποιοῦντες τοὺς κατειληφότας μέρος τοῦ περὶ τὸ θέατρον τόπου, ὁ δὲ κατὰ τὴν πόλιν ὄχλος παίδων καὶ γυναικῶν ἐν φόβοις ἦν καὶ δάκρυσιν, ὡς τῆς πατρίδος κατὰ κράτος ἁλισκομένης.

οὐ μὴν ἀλλὰ τοῖς παρεισπεσοῦσιν ἐντὸς τοῦ τείχους γενομένης μάχης πρὸς τοὺς Ῥοδίους καὶ πολλῶν παρʼ ἀμφοτέροις πεσόντων τὸ μὲν πρῶτον οὐδέτεροι τῆς ἰδίας τάξεως ἐξεχώρουν, μετὰ δὲ ταῦτα τῶν μὲν Ῥοδίων ἀεὶ πλειόνων γινομένων καὶ τὸν κίνδυνον ἑτοίμως ὑπομενόντων, ὡς ἂν ὑπὲρ πατρίδος καὶ τῶν μεγίστων ἀγωνιζομένων, τῶν δὲ τοῦ βασιλέως θλιβομένων Ἄλκιμος μὲν καὶ Μαντίας οἱ τὴν ἡγεμονίαν ἔχοντες πολλοῖς περιπεσόντες τραύμασιν ἐτελεύτησαν, τῶν δʼ ἄλλων οἱ πλεῖστοι οἱ μὲν ἐν χειρῶν νόμῳ διεφθάρησαν, οἱ δʼ ἥλωσαν, ὀλίγοι δὲ πρὸς τὸν βασιλέα φυγόντες διεσώθησαν. πολλοὶ δὲ καὶ τῶν Ῥοδίων ἀνῃρέθησαν, ἐν οἷς ἦν καὶ ὁ πρύτανις Δαμοτέλης ἐπʼ ἀρετῇ γενόμενος περίβλεπτος.