Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

διόπερ τῇ πολυχειρίᾳ τάχιον τῆς προσδοκίας ἁπάντων ἐπιτελουμένων φοβερὸς ἦν ὁ Δημήτριος τοῖς Ῥοδίοις. οὐ μόνον γὰρ τὰ μεγέθη τῶν μηχανῶν καὶ τὸ πλῆθος τῆς ἠθροισμένης δυνάμεως ἐξέπληττεν αὐτούς, ἀλλὰ καὶ τὸ τοῦ βασιλέως βίαιον καὶ φιλότεχνον ἐν ταῖς πολιορκίαις.

εὐμήχανος γὰρ ὢν καθʼ ὑπερβολὴν ἐν ταῖς ἐπινοίαις καὶ πολλὰ παρὰ τὴν τῶν ἀρχιτεκτόνων τέχνην παρευρίσκων ὠνομάσθη μὲν πολιορκητής, τὴν δʼ ἐν ταῖς προσβολαῖς ὑπεροχὴν καὶ βίαν τοιαύτην εἶχεν ὥστε δόξαι μηδὲν οὕτως ὀχυρὸν εἶναι τεῖχος ὃ δύναιτʼ ἂν τὴν ἀπʼ ἐκείνου τοῖς πολιορκουμένοις ἀσφάλειαν παρέχεσθαι.

ἦν δὲ καὶ κατὰ τὸ μέγεθος τοῦ σώματος καὶ κατὰ τὸ κάλλος ἡρωικὸν ἀποφαίνων ἀξίωμα, ὥστε καὶ τοὺς ἀφικνουμένους τῶν ξένων θεωροῦντας εὐπρέπειαν κεκοσμημένην ὑπεροχῇ βασιλικῇ θαυμάζειν καὶ παρακολουθεῖν ἐν ταῖς ἐξόδοις ἕνεκεν τῆς θέας.

ἐπὶ δὲ τούτοις ὑπῆρχε καὶ τῇ ψυχῇ μετέωρος καὶ μεγαλοπρεπὴς καὶ καταφρονῶν οὐ τῶν πολλῶν μόνον, ἀλλὰ καὶ τῶν ἐν ταῖς δυναστείαις ὄντων,

v.5.p.306
καὶ τὸ πάντων ἰδιώτατον, κατὰ μὲν τὴν εἰρήνην ἐν μέθαις διέτριβε καὶ συμποσίοις ἔχουσιν ὀρχήσεις καὶ κώμους καὶ τὸ σύνολον ἐζήλου τὴν μυθολογουμένην ποτὲ γενέσθαι κατʼ ἀνθρώπους τοῦ Διονύσου διάθεσιν, κατὰ δὲ τοὺς πολέμους ἐνεργὸς ἦν καὶ νήφων, ὥστε παρὰ πάντας τοὺς ἐργατευομένους ἐναγώνιον παρέχεσθαι τὸ σῶμα καὶ τὴν ψυχήν.

ἐπὶ γὰρ τούτου βέλη τὰ μέγιστα συνετελέσθη καὶ μηχαναὶ παντοῖαι πολὺ τὰς παρὰ τοῖς ἄλλοις γενομένας ὑπεραίρουσαι· καὶ σκάφη δὲ μέγιστα καθείλκυσεν οὗτος μετὰ τὴν πολιορκίαν ταύτην καὶ τὴν τοῦ πατρὸς τελευτήν.

οἱ δὲ Ῥόδιοι θεωροῦντες τὴν προκοπὴν τῶν παρὰ τοῖς πολεμίοις ἔργων κατεσκεύασαν ἐντὸς ἕτερον τεῖχος παράλληλον τῷ μέλλοντι πονεῖν κατὰ τὰς προσβολάς. ἐχρῶντο δὲ λίθοις καθαιροῦντες τοῦ θεάτρου τὸν περίβολον καὶ τὰς πλησίον οἰκίας, ἔτι δὲ τῶν ἱερῶν ἔνια, τοῖς θεοῖς εὐξάμενοι καλλίονα κατασκευάσειν σωθείσης τῆς πόλεως.

ἐξέπεμψαν δὲ καὶ τῶν νεῶν ἐννέα, διακελευσάμενοι τοὺς ἀφηγουμένους πανταχῇ πλεῖν καὶ παραδόξως ἐπιφαινομένους ἃ μὲν βυθίζειν τῶν ἁλισκομένων πλοίων, ἃ δὲ κατάγειν εἰς τὴν πόλιν. ἐκπλευσάντων δὲ τούτων καὶ τριχῇ διαιρεθέντων Δαμόφιλος μὲν ἔχων ναῦς τὰς καλουμένας παρὰ Ῥοδίοις φυλακίδας ἔπλευσεν εἰς Κάρπαθον καὶ πολλὰ μὲν πλοῖα τῶν Δημητρίου καταλαβών, ἃ μὲν τοῖς ἐμβόλοις θραύων κατεπόντιζεν, ἃ δʼ ἐπὶ τὸν αἰγιαλὸν κομίζων ἐνεπύριζεν, ἐκλεγόμενος τῶν σωμάτων τὰ χρησιμώτατα, οὐκ ὀλίγα

v.5.p.307
δὲ τῶν κομιζόντων τοὺς ἐκ τῆς νήσου καρποὺς κατήγαγεν εἰς τὴν πατρίδα.

Μενέδημος δὲ τριῶν ἀφηγούμενος τριημιολιῶν πλεύσας τῆς Λυκίας ἐπὶ τὰ Πάταρα καὶ καταλαβὼν ὁρμοῦσαν ναῦν τοῦ πληρώματος ἐπὶ γῆς ὄντος ἐνεπύρισε τὸ σκάφος, πολλὰ δὲ πλοῖα τῶν κομιζόντων τὴν ἀγορὰν ἐπὶ τὸ στρατόπεδον ὑποχείρια λαβὼν ἐξαπέστειλεν εἰς τὴν Ῥόδον.