Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Φερεκλῆς, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν διεδέξαντο Πόπλιος Σεμπρώνιος καὶ Πόπλιος Σολπίκιος, ὀλυμπιὰς δʼ ἤχθη παρὰ τοῖς Ἠλείοις ἐνάτη πρὸς ταῖς ἑκατὸν δέκα, καθʼ ἣν ἐνίκα στάδιον Ἀνδρομένης Κορίνθιος. ἐπὶ δὲ τούτων Δημήτριος μὲν Ῥόδον πολιορκῶν, ἐπὶ ταῖς κατὰ θάλατταν προσβολαῖς ἀποτυγχάνων, ἀπὸ τῆς γῆς διέγνω τὰς ἐπιθέσεις ποιεῖσθαι.

παρασκευασάμενος οὖν ὕλης παντοίας πλῆθος κατεσκεύασε μηχανὴν τὴν καλουμένην ἑλέπολιν, ὑπεραίρουσαν πολὺ τῷ μεγέθει τῶν πρὸ αὐτῆς γενομένων. ἐσχαρίου γὰρ ὄντος τετραγώνου τὴν μὲν πλευρὰν ἑκάστην ὑπεστήσατο πηχῶν σχεδὸν πεντήκοντα, συμπεπηγυῖαν ἐκ τετραγώνων ξύλων σιδήρῳ δεδεμένων· τὴν δὲ ἀνὰ μέσον χώραν διέλαβε δοκοῖς ἀλλήλων ἀπεχούσαις ὡσανεὶ πῆχυν, ὅπως παράστασις ᾖ τοῖς προωθεῖν τὴν μηχανὴν μέλλουσιν.

τὸ δὲ πᾶν βάρος ἦν ὑπότροχον, στερεοῖς καὶ μεγάλοις ὀκτὼ τροχοῖς ὑπειλημμένον· τὰ γὰρ πάχη τῶν ἀψίδων ὑπῆρχε πηχῶν δυεῖν, σεσιδηρωμένα λεπίσιν ἰσχυραῖς. πρὸς δὲ τὴν ἐκ πλαγίας μετάθεσιν ἦσαν ἀντίστρεπτα πεπραγματευμένα, δι’ ὧν ἡ πᾶσα μηχανὴ ῥᾳδίως παντοίαν ὑπελάμβανε

v.5.p.304
κίνησιν.

ἐκ δὲ τῶν γωνιῶν ὑπῆρχον κίονες ἴσοι τῷ μήκει, βραχὺ λείποντες τῶν ἑκατὸν πηχῶν, οὕτως συννενευκότες εἰς ἀλλήλους ὡς τοῦ παντὸς κατασκευάσματος ὄντος ἐννεαστέγου τὴν μὲν πρώτην στέγην ὑπάρχειν ἀκαινῶν τεσσαράκοντα τριῶν, τὴν δʼ ἀνωτάτω ἐννέα.

τὰς δὲ τρεῖς ἐπιφανεῖς πλευρὰς τῆς μηχανῆς ἔξωθεν συνεκάλυψε λεπίσι σιδηραῖς καθηλωμέναις, ἵνα μηδὲν ὑπὸ τῶν πυρφόρων βλάπτηται. θυρίδας δʼ εἶχον αἱ στέγαι κατὰ πρόσωπον, τοῖς μεγέθεσι καὶ τοῖς σχήμασι πρὸς τὰς ἰδιότητας τῶν μελλόντων ἀφίεσθαι βελῶν ἁρμοζούσας.

αὗται δὲ εἶχον καλύμματα διὰ μηχανῆς ἀνασπώμενα, διʼ ὧν ἀσφάλειαν ἐλάμβανον οἱ κατὰ τὰς στέγας περὶ τὴν ἄφεσιν τῶν βελῶν ἀναστρεφόμενοι· ἦσαν μὲν γὰρ ἐκ βυρσῶν περιερραμμένα, πλήρη δὲ ἐρίων, εἰς τὸ τῇ πληγῇ ἐνδιδόναι τῶν λιθοβόλων.

ἑκάστη δὲ τῶν στεγῶν εἶχε δύο κλίμακας πλατείας, ὧν τῇ μὲν πρὸς τὴν ἀνακομιδὴν τῶν χρησίμων, τῇ δὲ πρὸς τὴν κατάβασιν ἐχρῶντο πρὸς τὸ χωρὶς θορύβου πᾶν ὑπηρετεῖσθαι. οἱ δὲ μέλλοντες κινήσειν τὴν μηχανὴν ἐξελέχθησαν ἐξ ἁπάσης τῆς δυνάμεως οἱ ταῖς ῥώμαις διαφέροντες ἄνδρες τρισχίλιοι καὶ τετρακόσιοι·

τούτων δʼ οἱ μὲν ἐντὸς ἀποληφθέντες, οἱ δʼ ἐκ τῶν ὄπισθεν μερῶν παριστάμενοι προεώθουν, πολλὰ τῆς τέχνης συνεργούσης εἰς τὴν κίνησιν. κατεσκεύασε δὲ καὶ χελώνας τὰς μὲν χωστρίδας, τὰς δὲ

v.5.p.305
κριοφορους καὶ στοὰς διʼ ὧν ἔμελλον οἱ τοῖς ἔργοις προσιόντες ἐλεύσεσθαι καὶ πάλιν ἐπιστρέψειν ἀσφαλῶς. τοῖς δʼ ἐκ τῶν νεῶν πληρώμασιν ἀνεκάθαρε τὸν τόπον ἐπὶ σταδίους τέτταρας, διʼ ὧν ἔμελλεν προσάξειν τὰς κατασκευασθείσας μηχανάς, ὥστε γίνεσθαι τὸ ἔργον ἐπὶ μῆκος μεσοπυργίων ἓξ καὶ πύργων ἑπτά. τὸ δʼ ἠθροισμένον πλῆθος τῶν τεχνιτῶν καὶ τῶν τοῖς ἔργοις προσιόντων οὐ πολὺ ἐλείπετο τῶν τρισμυρίων.