Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

Πτολεμαῖος δὲ προκατειληφὼς τοὺς εὐκαιροτάτους τόπους ἀσφαλέσι φυλακαῖς ἀπέστειλέν τινας ἐν τοῖς κοντωτοῖς, παρακελευσάμενος προσπλεῖν πλησίον τῆς ἐκβάσεως καὶ κηρύττειν ὅτι δώσει τοῖς μεταβαλομένοις ἀπʼ Ἀντιγόνου τῶν μὲν ἰδιωτῶν ἑκάστοις δύο μνᾶς, τοῖς δʼ ἐφʼ ἡγεμονίας τεταγμένοις τάλαντον.

γενομένων οὖν τῶν κηρυγμάτων τοιούτων ἐνέπεσέ τις ὁρμὴ πρὸς μετάθεσιν τοῖς μετʼ Ἀντιγόνου μισθοφόροις, ἐν οἷς καὶ τῶν ἡγεμόνων πλείους προθύμους εἶναι συνέβαινε διʼ αἰτίας τινὰς εἰς τὸ μεταβολῆς ἐπιθυμεῖν.

πολλῶν δὲ πρὸς αὐτὸν αὐτομολούντων ὁ μὲν Ἀντίγονος ἐπιστήσας τῷ χείλει τοῦ ποταμοῦ τοξότας

v.5.p.282
καὶ σφενδονήτας καὶ πολλὰ τῶν ὀξυβελικῶν τοὺς προσπλέοντας ἐν τοῖς κοντωτοῖς ἀνέστελλε· τῶν δʼ αὐτομολούντων συλλαβών τινας δεινῶς ᾐκίσατο, βουλόμενος καταπλήξασθαι τοὺς τῆς ὁμοίας ὁρμῆς ἀντεχομένους.

καὶ προσλαβὼν τὰ καθυστεροῦντα τῶν σκαφῶν προσέπλευσεν ἐπὶ τὸ καλούμενον Ψευδόστομον, νομίζων ἐνταῦθα δυνήσεσθαί τινας τῶν στρατιωτῶν ἀποβιβάσαι. εὑρὼν δὲ πρὸς αὐτῷ φυλακὴν ἰσχυρὰν καὶ τοῖς τε ὀξυβελέσι καὶ τοῖς ἄλλοις παντοίοις βέλεσιν ἀνειργόμενος ἀπέπλευσε περικαταλαμβανούσης νυκτός.

ἔπειτα παραγγείλας τοῖς κυβερνήταις ἀκολουθεῖν τῇ στρατηγίδι νηὶ προσέχοντας τῷ λαμπτῆρι προσέπλευσεν ἐπὶ τὸ στόμα τοῦ Νείλου τὸ καλούμενον Φατνιτικόν· ἡμέρας δὲ γενομένης, ἐπειδὴ πολλαὶ τῶν νεῶν ἀπεπλανήθησαν, ἠναγκάσθη ταύτας περιμένειν καὶ τὰς μάλιστα ταχυναυτούσας τῶν ἠκολουθηκυιῶν ἐξαποστέλλειν ἐπὶ τὴν τούτων ζήτησιν.