Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

οἱ δὲ περὶ τὸν Δημήτριον ἐκ τῆς Γάζης ἐκπλεύσαντες περὶ μέσας νύκτας τὸ μὲν πρῶτον εὐδίας οὔσης ἐφʼ ἡμέρας τινὰς ταῖς ταχυναυτούσαις ναυσὶν ἐρυμούλκουν τὰ στρατιωτικὰ πόρια· ἔπειτα τῆς Πλειάδος περικαταλαμβανούσης αὐτοὺς καὶ πνεύματος ἐπιγενομένου βορίου συνέβη πολλὰ τῶν τετρηρικῶν σκαφῶν ὑπὸ τοῦ χειμῶνος κατενεχθῆναι παραβόλως ἐπὶ πόλιν Ῥαφίαν,

οὖσαν δυσπροσόρμιστον καὶ τεναγώδη. τῶν δὲ πλοίων τῶν κομιζόντων τὰ βέλη τὰ μὲν ὑπὸ τοῦ χειμῶνος συγκλυσθέντα διεφθάρη, τὰ δʼ ἐπαλινδρόμησεν εἰς τὴν Γάζαν· τοῖς δὲ κρατίστοις τῶν σκαφῶν βιασάμενοι διέτειναν μέχρι τοῦ Κασίου.

τοῦτο δὲ τοῦ μὲν Νείλου διέστηκεν οὐ μακράν, ἀλίμενον δέ ἐστι καὶ κατὰ τὰς χειμερίους περιστάσεις ἀπροσόρμιστον. διόπερ ἠναγκάζοντο τὰς ἀγκύρας ἀφέντες ὡς ἂν ἐν δυσὶ σταδίοις ἀπὸ τῆς γῆς ἀποσαλεύειν, ἅμα πολλοῖς περιεχόμενοι δεινοῖς· τοῦ μὲν γὰρ κλύδωνος ῥηγνυμένου τραχύτερον ἐκινδύνευον αὔτανδρα τὰ σκάφη συγκλυσθῆναι, τῆς δὲ γῆς οὔσης ἀπροσορμίστου καὶ πολεμίας οὔτε ναῦς ἀκινδύνως ἦν προσπλεῖν οὔτε τοὺς ἄνδρας προσνήξασθαι, τὸ δὲ μέγιστον, ἐλελοίπει τὸ εἰς πότον αὐτοῖς ὕδωρ, εἰς τοιαύτην τε σπάνιν κατεκλείσθησαν

v.5.p.281
ὥστε εἰ μίαν ἡμέραν ὁ χειμὼν ἐπέμεινεν,

πάντες ἂν τῷ δίψει διεφθάρησαν. ἐν ἀθυμίᾳ δʼ ὄντων ἁπάντων καὶ προσδοκωμένης ἤδη τῆς ἀπωλείας τὸ μὲν πνεῦμα κατέπαυσεν, ἡ δὲ μετʼ Ἀντιγόνου δύναμις καταντήσασα πλησίον τοῦ στόλου κατεστρατοπέδευσεν.

ἐκβάντες οὖν ἐκ τῶν σκαφῶν καὶ προσαναλαβόντες ἑαυτοὺς ἐν τῇ στρατοπεδείᾳ προσέμενον τῶν νεῶν τὰς ἀποσπασθείσας. διεφθάρη δʼ ἐν τούτῳ τῷ σάλῳ τρία σκάφη τῶν πεντηρικῶν, ἐξ ὧν ἔνιοι τῶν ἀνδρῶν διενήξαντο πρὸς τὴν γῆν. ἔπειτα Ἀντίγονος μὲν προαγαγὼν τὴν δύναμιν πλησίον τοῦ Νείλου κατεστρατοπέδευσεν, ἀπέχων δύο σταδίους τοῦ ποταμοῦ.