Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ὁ δὲ Δημήτριος διοικήσας τὰ περὶ τοὺς Σικυωνίους ἀνέζευξε μετὰ πάσης τῆς δυνάμεως ἐπὶ τὴν Κόρινθον, ἣν ἐφρούρει Πρεπέλαος Κασάνδρου στρατηγός. τὸ μὲν οὖν πρῶτον νυκτὸς ὑπό τινων πολιτῶν εἰσαχθεὶς διά τινος πυλίδος ἐκράτησε τῆς πόλεως καὶ τῶν λιμένων.

τῶν δὲ φρουρῶν καταφυγόντων τῶν μὲν εἰς τὸ καλούμενον Σισύφιον, τῶν δʼ εἰς τὸν Ἀκροκόρινθον προσαγαγὼν μηχανὰς τοῖς ὀχυρώμασι καὶ πολλὰ κακοπαθήσας εἷλε τὸ Σισύφιον κατὰ κράτος. εἶτα τῶν ἐνταῦθα συμφυγόντων πρὸς τοὺς κατειληφότας τὸν Ἀκροκόρινθον καὶ τούτους καταπληξάμενος ἠνάγκασε παραδοῦναι τὴν ἄκραν·

σφόδρα γὰρ ἦν ἀνυπόστατος οὗτος ὁ βασιλεὺς ἐν ταῖς προσβολαῖς, εὐμήχανος ὑπάρχων περὶ τὴν κατασκευὴν τῶν πολιορκητικῶν ἔργων. οὐ μὴν ἀλλὰ τοὺς Κορινθίους ἐλευθερώσας παρεισήγαγε φυλακὴν εἰς τὸν Ἀκροκόρινθον, βουλομένων τῶν πολιτῶν διὰ τοῦ βασιλέως τηρεῖσθαι τὴν πόλιν μέχρι ἂν ὁ πρὸς Κάσανδρον καταλυθῇ πόλεμος.

καὶ Πρεπέλαος μὲν αἰσχρῶς ἐκπεσὼν ἐκ τῆς Κορίνθου πρὸς Κάσανδρον ἀπεχώρησεν, Δημήτριος δὲ παρελθὼν εἰς τὴν Ἀχαΐαν Βοῦραν μὲν κατὰ κράτος εἷλε καὶ τοῖς πολίταις ἀπέδωκε τὴν αὐτονομίαν, Σκύρον δʼ ἐν ὀλίγαις ἡμέραις παραλαβὼν ἐξέβαλε τὴν φρουράν.

μετὰ δὲ ταῦτʼ ἐπʼ Ὀρχομενὸν τῆς Ἀρκαδίας στρατεύσας

v.5.p.322
ἐκέλευσε τῷ τῆς φρουρᾶς ἀφηγουμένῳ Στρομβίχῳ παραδοῦναι τὴν πόλιν. οὐ προσέχοντος δʼ αὐτοῦ τοῖς λόγοις, ἀλλὰ καὶ πολλὰ λοιδοροῦντος ἀπὸ τοῦ τείχους βλασφήμως προσαγαγὼν μηχανὰς ὁ βασιλεὺς καὶ καταβαλὼν τὰ τείχη κατὰ κράτος εἷλε τὴν πόλιν.

τὸν μὲν οὖν Στρόμβιχον τὸν ὑπὸ Πολυπέρχοντος καθεσταμένον φρούραρχον καὶ τῶν ἄλλων τῶν ἀλλοτρίως διατεθέντων πρὸς αὐτὸν εἰς ὀγδοήκοντα πρὸ τῆς πόλεως ἀνεσταύρωσε, τῶν δʼ ἄλλων μισθοφόρων ἑλὼν εἰς δισχιλίους κατέμιξε τοῖς ἰδίοις στρατιώταις.

μετὰ δὲ τὴν ἅλωσιν ταύτης τῆς πόλεως οἱ σύνεγγυς τὰ φρούρια κατέχοντες, ὑπολαμβάνοντες ἀδύνατον ὑπάρχειν τὸ διαφυγεῖν τὴν βίαν τοῦ βασιλέως, παρέδωκαν αὐτῷ τὰ χωρία. ὁμοίως δὲ τούτοις καὶ οἱ τὰς πόλεις φρουροῦντες, τῶν μὲν περὶ Κάσανδρον καὶ Πρεπέλαον καὶ Πολυπέρχοντα μὴ βοηθούντων, τοῦ δὲ Δημητρίου μετὰ μεγάλης δυνάμεως καὶ μηχανῶν ὑπεραγουσῶν προσιόντος, ἑκουσίως ἐξεχώρουν. καὶ τὰ μὲν περὶ Δημήτριον ἐν τούτοις ἦν.