Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

διόπερ ἔδοξε πολλοῖς ὁ μὲν λεγόμενος περὶ τοὺς τόπους ἐκείνους εἶναι κύριος τῶν ἀνέμων εὐθὺς κατὰ τὸν πρῶτον πλοῦν λαβεῖν παρʼ αὐτοῦ τιμωρίαν, ὁ δὲ Ἥφαιστος ἐπὶ τῆς τελευτῆς, οἰκείως τῆς ἀσεβείας κολάσας τὸν τύραννον ἐν τῇ πατρίδι, συνωνύμως ἐπὶ θερμοῖς τοῖς ἄνθραξι κατακαύσας ζῶντα· τῆς γὰρ αὐτῆς προαιρέσεως ἦν καὶ δικαιοσύνης τὸ τῶν περὶ τὴν Αἴτνην σωζόντων τοὺς ἑαυτῶν γονεῖς ἀποσχέσθαι καὶ τὸ τοὺς ἀσεβοῦντας εἰς τὸ θεῖον διὰ τῆς ἰδίας δυνάμεως μετελθεῖν.

οὐ μὴν ἀλλʼ ὑπὲρ μὲν τῆς καταστροφῆς Ἀγαθοκλέους, ὅταν πρὸς τοὺς οἰκείους χρόνους ἔλθωμεν αὐτοῦ, τὸ γενόμενον βεβαιώσει τὸ νῦν εἰρημένον· ἐφεῆς δὲ ῥητέον ἡμῖν τὰ πραχθέντα κατὰ τοὺς συνεχεῖς τῆς Ἰταλίας τόπους.

Ῥωμαῖοι μὲν καὶ Σαμνῖται διαπρεσβευσάμενοι πρὸς ἀλλήλους εἰρήνην συνέθεντο, πολεμήσαντες ἔτη εἴκοσι δύο καὶ μῆνας ἕξ· τῶν δʼ ὑπάτων Πόπλιος Σεμπρώνιος μετὰ δυνάμεως ἐμβαλὼν εἰς τὴν τῶν Αἰκλῶν χώραν ἐχειρώσατο τετταράκοντα

v.5.p.319
πόλεις ἐν ἡμέραις ταῖς πάσαις πεντήκοντα, ἀναγκάσας δὲ πᾶν τὸ ἔθνος ὑποτάττεσθαι Ῥωμαίοις ἐπανῆλθε καὶ θρίαμβον κατήγαγεν ἐπαινούμενον. ὁ δὲ δῆμος ὁ Ῥωμαίων πρός τε Μαρσοὺς καὶ Παλιγνούς, ἔτι δὲ Μαρρουκίνους, συμμαχίαν ἐποιήσατο.

τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Λεώστρατος, ἐν Ῥώμῃ δʼ ὑπῆρχον ὕπατοι Σερούιος Κορνήλιος καὶ Λεύκιος Γενούκιος. ἐπὶ δὲ τούτων Δημήτριος εἶχε πρόθεσιν πρὸς μὲν τοὺς περὶ Κάσανδρον διαπολεμεῖν, τοὺς δʼ Ἕλληνας ἐλευθεροῦν καὶ πρῶτον τὰ κατὰ τὴν Ἑλλάδα διοικεῖν, ἅμα μὲν νομίζων δόξαν οἴσειν αὐτῷ μεγάλην τὴν τῶν Ἑλλήνων αὐτονομίαν, ἅμα δὲ καὶ τοὺς περὶ Πρεπέλαον ἡγεμόνας τοῦ Κασάνδρου πρότερον συντρῖψαι καὶ τότε προσάγειν ἐπʼ αὐτὴν τὴν ἡγεμονίαν, ἢ ἐπʼ αὐτὸν πορεύοιτο τὸν Κάσανδρον.

τῆς δὲ τῶν Σικυωνίων πόλεως φρουρουμένης ὑπὸ τῶν Πτολεμαίου τοῦ βασιλέως στρατιωτῶν, ὧν ἦν ἐπιφανέστατος στρατηγὸς Φίλιππος, νυκτὸς ἐπιθέμενος ἀπροσδοκήτως παρεισέπεσεν ἐντὸς

v.5.p.320
τοῦ τείχους. εἶτα οἱ μὲν φρουροὶ συνέφυγον εἰς τὴν ἀκρόπολιν, ὁ δὲ Δημήτριος τῆς πόλεως κυριεύσας τὸν μεταξὺ τόπον τῶν οἰκιῶν καὶ τῆς ἄκρας κατεῖχε. μέλλοντος δʼ αὐτοῦ μηχανὰς προσάγειν καταπλαγέντες τὴν μὲν ἀκρόπολιν διʼ ὁμολογίας παρέδοσαν, αὐτοὶ δʼ ἀπέπλευσαν εἰς Αἴγυπτον. ὁ δὲ Δημήτριος τοὺς Σικυωνίους εἰς τὴν ἀκρόπολιν μετοικίσας τὸ μὲν τῷ λιμένι συνάπτον μέρος τῆς πόλεως κατέσκαψεν, ἀνοχύρου παντελῶς ὄντος τοῦ τόπου, τῷ δὲ πολιτικῷ πλήθει συνεπιλαβόμενος τῆς οἰκοδομίας καὶ τὴν ἐλευθερίαν ἀποκαταστήσας τιμῶν ἰσοθέων ἔτυχε παρὰ τοῖς εὖ παθοῦσι·

Δημητριάδα μὲν γὰρ τὴν πόλιν ὠνόμασαν, θυσίας δὲ καὶ πανηγύρεις, ἔτι δʼ ἀγῶνας ἐψηφίσαντο συντελεῖν αὐτῷ κατʼ ἐνιαυτὸν καὶ τὰς ἄλλας ἀπονέμειν τιμὰς ὡς κτίστῃ. ἀλλὰ ταῦτα μὲν ὁ χρόνος διαληφθεὶς πραγμάτων μεταβολαῖς ἠκύρωσεν, οἱ δὲ Σικυώνιοι πολλῷ κρείττονα μεταλαβόντες τόπον διετέλεσαν ἐν αὐτῷ μέχρι τῶν καθʼ ἡμᾶς χρόνων ἐνοικοῦντες.

ὁ γὰρ τῆς ἀκροπόλεως περίβολος ἐπίπεδος ὢν καὶ μέγας κρημνοῖς δυσπροσίτοις περιέχεται πανταχόθεν, ὥστε μηδαμῇ δύνασθαι μηχανὰς προσάγειν· ἔχει δὲ καὶ πλῆθος ὑδάτων, ἐξ οὗ κηπείας δαψιλεῖς κατεσκεύασαν, ὥστε τὴν ἐπίνοιαν τοῦ βασιλέως καὶ πρὸς ἀπόλαυσιν εἰρηνικὴν καὶ πρὸς ἀσφάλειαν πολέμου δόξαι καλῶς προεωρᾶσθαι.

v.5.p.321