Historical Library
Diodorus Siculus
Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
Εὐμενὴς δὲ τὸν προειρημένον τρόπον καταστρατηγήσας τοὺς πολεμίους μετεπέμπετο πανταχόθεν τοὺς διερριμμένους τῶν στρατιωτῶν καὶ χειμάζοντας ἐν ταῖς κώμαις. βαλόμενος δὲ χάρακα καὶ τάφρῳ βαθείᾳ τὴν παρεμβολὴν ὀχυρώσας ὑπεδέχετο μὲν τοὺς ἀεὶ καταντῶντας τῶν συμμάχων, ἐπλήρωσε δὲ τὴν στρατοπεδείαν πάντων τῶν ἐπιτηδείων.
ὁ δʼ Ἀντίγονος διελθὼν τὴν ἔρημον καὶ πυθόμενος παρὰ τῶν ἐγχωρίων σχεδὸν τὴν μὲν ἄλλην δύναμιν ἅπασαν συνεληλυθέναι τοῖς περὶ τὸν Εὐμενῆ, τοὺς δʼ ἐλέφαντας μέλλειν ἀναζευγνύειν ἐκ τῆς χειμασίας καὶ πλησίον εἶναι μεμονωμένους πάσης
ἤλπιζε γὰρ μεμονωμένοις τοῖς θηρίοις τὴν ἐπίθεσιν ποιησάμενος τούτων τε ῥᾳδίως κυριεύσειν καὶ τῶν πολεμίων παρελεῖσθαι τὸ κράτιστον μέρος τῆς δυνάμεως. ὁ δʼ Εὐμενὴς καταστοχασάμενος τὸ μέλλον ἀπέστειλεν ἐπὶ τὴν βοήθειαν ἱππεῖς μὲν τοὺς κρατίστους χιλίους καὶ πεντακοσίους, πεζοὺς δὲ ψιλοὺς τρισχιλίους.
ἐπιφανέντων δὲ πρότερον τῶν Ἀντιγόνου στρατιωτῶν οἱ τῶν ἐλεφάντων ἡγεμόνες τάξαντες εἰς πλινθίον τὰ θηρία προῆγον, ἐν μέσῳ μὲν ἀπειληφότες τὰ σκευοφόρα, κατὰ δὲ τὴν οὐραγίαν ἔχοντες συναγωνιζομένους ἱππεῖς οὐ πλείους τετρακοσίων.
ἐπιπεσόντων δʼ αὐτοῖς τῶν πολεμίων παντὶ τῷ βάρει καὶ βιαιότερον ἐπικειμένων οἱ μὲν ἱππεῖς ἐτράπησαν ὑπὸ τοῦ πλήθους καταπονηθέντες, οἱ δʼ ἐπὶ τῶν ἐλεφάντων ἐφεστηκότες τὸ μὲν πρῶτον ἀντεῖχον καὶ διεκαρτέρουν πανταχόθεν κατατιτρωσκόμενοι, βλάψαι δʼ οὐδὲν τοὺς πολεμίους δυνάμενοι.
ἤδη δʼ αὐτῶν καταπονουμένων ἀνελπίστως ἐπιφανέντες οἱ παρʼ Εὐμενοῦς ἐξήρπασαν αὐτοὺς ἐκ τῶν κινδύνων. μετὰ δʼ ἡμέρας ὀλίγας ἐν τεσσαράκοντα σταδίοις ἀντιστρατοπεδευουσῶν τῶν δυνάμεων ἐξέταξαν ἀμφότεροι τὸ στρατόπεδον εἰς μάχην, ὡς περὶ τῶν ὅλων κρίσεως ἐσομένης.