Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

οἱ δὲ περὶ τὸν Πευκέστην πυθόμενοι κατὰ μέσην

v.5.p.63
τὴν ὁδὸν ἑωρᾶσθαι τὴν στρατοπεδείαν, διέγνωσαν ἀναχωρεῖν εἰς τοὺς ἐσχάτους τόπους τῆς χειμασίας, φοβούμενοι μὴ καταληφθῶσιν ὑπὸ τῶν πολεμίων πρὶν ἢ συνελθεῖν πανταχόθεν τὴν συμμαχοῦσαν δύναμιν.

ὧν ὁρῶν τὴν ἀθυμίαν Εὐμενὴς θαρρεῖν παρεκελεύετο καὶ μένειν ἐπὶ τῶν ὅρων τῆς ἐρήμου· εὑρηκέναι γὰρ τρόπον δι’ οὗ ποιήσει τὸν Ἀντίγονον ὕστερον ἡμέραις τρισὶν ἢ τέτταρσι παραγενέσθαι· τούτου δὲ γενομένου τὴν μὲν ἑαυτῶν δύναμιν ῥᾳδίως ἀθροισθήσεσθαι, τοὺς δὲ πολεμίους καταπεπονημένους καὶ πάντων ἐνδεεῖς ὄντας ὑποχειρίους γενήσεσθαι.

πάντων δὲ θαυμασάντων τὸ παράδοξον τῆς ἐπαγγελίας καὶ ζητούντων μαθεῖν τί ποτʼ ἔσται τὸ δυνάμενον κωλῦσαι προάγειν τοὺς ἐναντίους, προσέταξεν ἀκολουθεῖν ἑαυτῷ πάντας τοὺς ἡγεμόνας μετὰ τῶν ἰδίων στρατιωτῶν, ἔχοντας ἐν ἀγγείοις πλείοσι πῦρ. ἐκλεξάμενος δὲ τῆς μετεώρου χώρας τόπον ἐστραμμένον ἐπὶ τὴν ἔρημον καὶ πρὸς τὴν ἀποθεώρησιν πανταχόθεν εὐφυῆ, σημεῖα θέμενος περιέλαβεν ὡς ἂν ἑβδομήκοντα σταδίων περιφέρειαν. διελὼν δὲ τόπους ἑκάστῳ τῶν συνακολουθούντων συνέταξε νυκτὸς πῦρ κάειν διαστάντας ὡς ἂν εἴκοσι πήχεις καὶ κατὰ μὲν τὴν πρώτην φυλακὴν πολλὴν φλόγα ποιεῖν ὡς ἂν ἐγρηγορότων ἔτι καὶ πρὸς θεραπείαν καὶ δεῖπνον παρασκευαζομένων, τῆς δὲ δευτέρας ἐλάττω, καὶ τῆς τρίτης ἀπολιπεῖν ὀλίγα παντελῶς ὥστε δοκεῖν εἶναι τοῖς ἐξ ἀποστήματος θεωροῦσιν ἀληθινὴν στρατοπεδείαν.

v.5.p.64

τῶν δὲ στρατιωτῶν ποιησάντων τὸ προσταχθὲν κατενόησάν τινες τὰ πυρὰ τῶν νεμομένων μὲν τὴν ἀπεναντίον ὀρεινήν, φίλων δʼ ὄντων Πίθωνι τῷ Μηδίας σατράπῃ. δόξαντες δὲ πρὸς ἀλήθειαν εἶναι στρατοπεδείαν, καταδραμόντες εἰς τὸ πεδίον ἀπήγγειλαν τοῖς περὶ τὸν Ἀντίγονον καὶ Πίθωνα.

οἱ δὲ διὰ τὸ παράδοξον καταπλαγέντες καὶ τῆς ὁδοιπορίας ἐπισχόντες ἐβουλεύοντο πῶς χρηστέον τοῖς προσηγγελμένοις· ἦν γὰρ ἐπικίνδυνον τὸ πεπονηκότας καὶ πάντων ἐνδεεῖς συνηγμένοις ἤδη τοῖς πολεμίοις καὶ πάντων εὐποροῦσι συμβαλεῖν.

ὑπολαβόντες δὲ προδοσίαν γεγενῆσθαι καὶ προακηκοότας τὸ μέλλον τοὺς πολεμίους ἠθροῖσθαι, τὸ μὲν ἐπʼ εὐθείας προάγειν ἀπέγνωσαν, εἰς δεξιὰ δὲ κλίναντες προῆγον ἐφʼ ἑκάτερα μέρη τῆς οἰκουμένης χώρας, βουλόμενοι τὴν δύναμιν ἐκ τῆς κακοπαθίας ἀναλαβεῖν.