Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

Ἀντίγονος μὲν οὖν τηλικαύτῃ συμφορᾷ περιβαλὼν τοὺς πολεμίους μεγάλην ἐπὶ στρατηγίᾳ καὶ συνέσει δόξαν ἀπηνέγκατο. θαλασσοκρατῆσαι δὲ ἔσπευδε καὶ τὴν τῆς Ἀσίας ἡγεμονίαν ἀδήριτον περιποιήσασθαι. διόπερ ἐξ ἁπάσης τῆς δυνάμεως ἐπιλέξας εὐζώνους πεζοὺς μὲν δισμυρίους, ἱππεῖς δὲ τετρακισχιλίους προῆγεν ἐπὶ Κιλικίας, σπεύδων τοὺς περὶ τὸν Εὐμενῆ κατακόψαι πρὸ τοῦ δύναμιν ἁδροτέραν ἀθροῖσαι.

Εὐμενὴς δὲ πυθόμενος τὴν ὁρμὴν τῶν περὶ τὸν Ἀντίγονον ἐπεβάλετο μὲν τὴν Φοινίκην ἀνακτᾶσθαι τοῖς βασιλεῦσι, κατειλημμένην ἀδίκως ὑπὸ Πτολεμαίου, καταταχούμενος δʼ ὑπὸ τῶν καιρῶν ἀνέζευξεν ἐκ τῆς Φοινίκης καὶ διὰ τῆς Κοίλης Συρίας προῆγε μετὰ τῆς δυνάμεως, σπεύδων τῶν ἄνω λεγομένων σατραπειῶν ἅψασθαι.

περὶ δὲ τὸν Τίγριν ποταμὸν ἐπιθεμένων αὐτῷ τῶν ἐγχωρίων νυκτὸς ἀπέβαλέ τινας τῶν στρατιωτῶν.

v.4.p.424
παραπλησίως δὲ καὶ κατὰ τὴν Βαβυλωνίαν ἐπιθεμένου τοῦ Σελεύκου παρὰ τὸν Εὐφράτην ποταμὸν ἐκινδύνευσε μὲν ἅπασαν ἀποβαλεῖν τὴν δύναμιν, διώρυγός τινος ῥαγείσης καὶ τῆς στρατοπεδείας ὅλης συγκλυσθείσης, ὅμως δὲ διὰ τῆς ἰδίας στρατηγίας, ἐπί τι χῶμα καταφυγὼν καὶ τὴν διώρυγα πάλιν ἀποστρέψας,

διέσωσεν αὑτόν τε καὶ τὴν δύναμιν. παραδόξως δὲ τὰς τοῦ Σελεύκου χεῖρας διαφυγὼν διήνυσεν εἰς τὴν Περσίδα μετὰ τῆς δυνάμεως, ἔχων πεζοὺς μὲν μυρίους καὶ πεντακισχιλίους, ἱππεῖς δὲ τρισχιλίους καὶ τριακοσίους. ἀναλαβὼν δὲ τοὺς στρατιώτας ἐκ τῆς κακοπαθίας διεπέμπετο πρός τε τοὺς σατράπας καὶ στρατηγοὺς τοὺς ἐν ταῖς ἄνω σατραπείαις, μεταπεμπόμενος στρατιώτας τε καὶ χρήματα. καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν μέχρι τούτου προέβη κατὰ τοῦτον τὸν ἐνιαυτόν.