Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

παρὰ γὰρ Βυζαντίων μεταπεμψάμενος νυκτὸς ναῦς ὑπηρετικὰς ταύταις μὲν διεβίβαζεν εἰς τὸ πέραν τοξότας τε καὶ σφενδονήτας καὶ τῶν ἄλλων τῶν ψιλικῶν ταγμάτων τοὺς ἱκανούς. οὗτοι δὲ πρὸ ἡμέρας ἐπιθέμενοι τοῖς ἐκ τῶν πολεμίων νεῶν ἀποβεβῃκόσιν ἐπὶ τὴν γῆν καὶ πεζῇ κατεστρατοπεδευκόσι κατεπλήξαντο τοὺς περὶ τὸν Κλεῖτον. ταχὺ δὲ πάντων διὰ τὸν φόβον τεταραγμένων καὶ εἰς τὰς ναῦς ἐμπηδώντων πολὺς ἐγένετο θόρυβος διά τε τὰς ἀποσκευὰς καὶ τὸ πλῆθος τῶν αἰχμαλώτων.

ἐν τοσούτῳ δὲ Ἀντίγονος ἐξαρτύσας τὰς μακρὰς ναῦς καὶ τῶν ἀλκιμωτάτων πεζῶν πολλοὺς ἐπιβάτας ἐπιστήσας ἀπέστειλε, παρακαλέσας τεθαρρηκότως ἐπιθέσθαι τοῖς

v.4.p.423
πολεμίοις, ὡς πάντως καθʼ ἑαυτοὺς ἐσομένου τοῦ νικήματος.

τοῦ δὲ Νικάνορος νυκτὸς ἀναχθέντος καὶ διαφωσκούσης τῆς ἡμέρας οὗτοι μὲν ἐπιπεσόντες ἄφνω τοῖς πολεμίοις τεθορυβημένοις εὐθὺς κατὰ τὸν πρῶτον ἐπίπλουν ἐτρέψαντο καὶ τὰς μὲν τοῖς ἐμβόλοις τύπτοντες ἀνέρρηττον, ὧν δὲ τοὺς ταρσοὺς παρέσυρον, ὧν δὲ αὐτάνδρων παραδιδομένων ἀκινδύνως ἐκυρίευον· τέλος δὲ πλὴν μιᾶς τῆς ναυαρχίδος τῶν λοιπῶν πασῶν αὐτάνδρων ἐκυρίευσαν.

ὁ δὲ Κλεῖτος φυγὼν ἐπὶ τὴν γῆν καὶ καταλιπὼν τὴν ναῦν ἐπεβάλετο μὲν διὰ Μακεδονίας ἀνασώζεσθαι, περιπεσὼν δὲ στρατιώταις τισὶ τοῦ Λυσιμάχου διεφθάρη.