Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

ἐν δὲ τοῖς ὕστερον χρόνοις ἐπὶ τοσοῦτον ἔλαβε τὸ ἱερὸν αὔξησιν

v.2.p.89
τῆς Ἡμιθέας, ὥστε μὴ μόνον παρὰ τοῖς ἐγχωρίοις καὶ τοῖς περιοίκοις τιμᾶσθαι διαφερόντως, ἀλλὰ καὶ τοὺς μακρὰν οἰκοῦντας εἰς αὐτὸ φιλοτίμως φοιτᾶν, καὶ θυσίαις τε μεγαλοπρεπέσι καὶ ἀναθήμασιν ἀξιολόγοις τιμᾶν, τὸ δὲ μέγιστον, Πέρσας ἡγουμένους τῆς Ἀσίας καὶ πάντα τὰ τῶν Ἑλλήνων ἱερὰ συλῶντας μόνου τοῦ τῆς Ἡμιθέας τεμένους ἀποσχέσθαι, τούς τε λῃστὰς τοὺς πάντα διαρπάζοντας μόνον τοῦτο ἀφεῖναι παντελῶς ἄσυλον, καίπερ ἀτείχιστον ὑπάρχον καὶ ἀκίνδυνον ἔχον τὴν ἁρπαγήν.

αἰτίαν δὲ τῆς ἐπὶ πλέον αὐξήσεως φέρουσι τὴν κοινὴν εἰς ἀνθρώπους εὐεργεσίαν· τοῖς τε γὰρ κάμνουσι κατὰ τοὺς ὕπνους ἐφισταμένην φανερῶς διδόναι τὴν θεραπείαν καὶ πολλοὺς τοῖς ἀπεγνωσμένοις πάθεσι συνεχομένους περιτυχόντας ὑγιασθῆναι· πρὸς δὲ τούτοις τὸ περὶ τὰς δυστοκούσας τῶν γυναικῶν τῆς ἐν ταῖς ὠδῖσι ταλαιπωρίας καὶ κινδύνων ἀπαλλάττειν τὴν θεόν.

διὸ καὶ πολλῶν ἐκ παλαιῶν χρόνων σεσωσμένων πεπλήρωται τὸ τέμενος ἀναθημάτων, καὶ ταῦτα οὔθʼ ὑπὸ φυλάκων οὔθʼ ὑπὸ τείχους ὀχυροῦ φυλαττόμενα, ἀλλʼ ὑπὸ τῆς συνήθους δεισιδαιμονίας.