Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

τὰς δὲ τῆς φθαρείσης ἀδελφὰς Μολπαδίαν καὶ Παρθένον φυλαττούσας τὸν τοῦ πατρὸς οἶνον, προσφάτως κατʼ ἀνθρώπους εὑρημένον, εἰς ὕπνον κατενεχθῆναι· καθʼ ὃν δὴ καιρὸν τὰς τρεφομένας παρʼ αὐτοῖς ὗς εἰσελθεῖν, καὶ τόν τε ἔχοντα τὸν οἶνον κέραμον συντρῖψαι καὶ τὸν οἶνον διαφθεῖραι. τὰς δὲ παρθένους μαθούσας τὸ γεγονός, καὶ φοβηθείσας τὸ ἀπότομον τοῦ πατρός, φυγεῖν ἐπὶ τὸν αἰγιαλὸν καὶ ἀπό τινων πετρῶν ὑψηλῶν ἑαυτὰς ῥῖψαι.

Ἀπόλλωνα δὲ διὰ τὴν οἰκειότητα τὴν πρὸς τὴν ἀδελφὴν ὑπολαβόντα τὰς κόρας εἰς τὰς ἐν Χερρονήσῳ πόλεις καταστῆσαι. καὶ τὴν μὲν ὀνομαζομένην Παρθένον ἐποίησεν ἐν Βουβαστῷ τῆς Χερρονήσου τιμὰς ἔχειν καὶ τέμενος, Μολπαδίαν δὲ εἰς Κάσταβον ἐλθοῦσαν διὰ τὴν ἀπὸ τοῦ θεοῦ γενομένην ἐπιφάνειαν Ἡμιθέαν ὠνομάσθαι καὶ τιμᾶσθαι παρὰ πᾶσι τοῖς ἐν Χερρονήσῳ.

ἐν δὲ ταῖς θυσίαις αὐτῆς διὰ τὸ συμβὰν περὶ τὸν οἶνον πάθος τὰς μὲν σπονδὰς μελικράτῳ ποιοῦσι, τὸν δʼ ἁψάμενον ἢ φαγόντα ὑὸς οὐ νόμιμον προσελθεῖν πρὸς τὸ τέμενος.