Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

τῶν δʼ υἱῶν ἀνδρωθέντων, καὶ τῶν περὶ τὴν οἰκίαν ἀσεβημάτων γνωσθέντων, τὸν μὲν Οἰδίπουν ὑπὸ τῶν υἱῶν ἔνδον μένειν ἀναγκασθῆναι διὰ τὴν αἰσχύνην, τοὺς δὲ

v.1.p.500
νεανίσκους παραλαβόντας τὴν ἀρχὴν ὁμολογίας θέσθαι πρὸς ἀλλήλους παρʼ ἐνιαυτὸν ἄρχειν. πρεσβυτέρου δʼ ὄντος Ἐτεοκλέους, τοῦτον πρῶτον ἄρξαι, καὶ διελθόντος τοῦ χρόνου μὴ βούλεσθαι παραδιδόναι τὴν βασιλείαν.

τὸν δὲ Πολυνείκην κατὰ τὰς ὁμολογίας ἀπαιτεῖν τὴν ἀρχήν· τοῦ δʼ ἀδελφοῦ μὴ ὑπακούοντος φυγεῖν εἰς Ἄργος πρὸς Ἄδραστον τὸν βασιλέα. καθʼ ὃν δὴ χρόνον φασὶ Τυδέα τὸν Οἰνέως ἐν Καλυδῶνι τοὺς ἀνεψιοὺς ἀνελόντα Ἀλκάθουν καὶ Λυκωπέα φυγεῖν ἐκ τῆς Αἰτωλίας εἰς Ἄργος.

Ἄδραστον δʼ ἀμφοτέρους ὑποδεξάμενον φιλοφρόνως κατά τι λόγιον συνοικίσαι τὰς θυγατέρας αὐτοῖς, Ἀργείαν μὲν Πολυνείκει, Δηιπύλην δὲ Τυδεῖ. εὐδοκιμούντων δὲ τῶν νεανίσκων καὶ μεγάλης ἀποδοχῆς ὑπὸ τοῦ βασιλέως τυγχανόντων, φασὶ τὸν Αδραστον χαριζόμενον αὐτοῖς ἐπαγγείλασθαι κατάξειν ἀμφοτέρους εἰς τὰς πατρίδας.

κρίναντος δʼ αὐτοῦ πρῶτον καταγαγεῖν τὸν Πολυνείκην, ἄγγελον εἰς τὰς Θήβας ἀποστεῖλαι Τυδέα πρὸς Ἐτεοκλέα περὶ τῆς καθόδου. ἐνταῦθά φασι τὸν μὲν Τυδέα ἐνεδρευθέντα κατὰ τὴν ὁδὸν ὑπὸ Ἐτεοκλέους πεντήκοντα ἀνδράσιν ἅπαντας ἀνελεῖν καὶ παραδόξως εἰς τὸ Ἄργος διασωθῆναι, τὸν δʼ Ἄδραστον πυθόμενον τὰ συμβάντα παρασκευάσασθαι τὰ πρὸς τὴν στρατείαν, πείσαντα μετασχεῖν τοῦ πολέμου Καπανέα τε καὶ Ἱππομέδοντα καὶ Παρθενοπαῖον τὸν Ἀταλάντης τῆς Σχοινέως.