Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

ἡμεῖς δὲ περὶ τούτων ἀρκούντως εἰρηκότες τὰ περὶ τῶν ἑπτὰ ἐπὶ Θήβας ἱστορήσομεν, ἀναλαβόντες τὰς ἐξ ἀρχῆς αἰτίας τοῦ πολέμου. Λάιος ὁ Θηβῶν βασιλεὺς γήμας Ἰοκάστην τὴν Κρέοντος, καὶ χρόνον ἱκανὸν ἄπαις ὤν, ἐπηρώτησε τὸν θεὸν περὶ τέκνων γενέσεως. τῆς δὲ Πυθίας δούσης χρησμὸν αὐτῷ μὴ συμφέρειν γενέσθαι τέκνα ʽτὸν γὰρ ἐξ αὐτοῦ τεκνωθέντα παῖδα πατροκτόνον ἔσεσθαι καὶ πᾶσαν τὴν οἰκίαν πληρώσειν μεγάλων ἀτυχημάτωνʼ, ἐπιλαθόμενος τοῦ χρησμοῦ καὶ γεννήσας υἱόν, ἐξέθηκε τὸ βρέφος διαπερονήσας αὐτοῦ τὰ σφυρὰ σιδήρῳ·

διʼ ἣν αἰτίαν Οἰδίπους ὕστερον ὠνομάσθη. οἱ δʼ οἰκέται λαβόντες τὸ παιδίον ἐκθεῖναι μὲν οὐκ ἠθέλησαν, ἐδωρήσαντο δὲ τῇ Πολύβου γυναικί, οὐ δυναμένῃ γεννῆσαι παῖδας. μετὰ δὲ ταῦτα ἀνδρωθέντος τοῦ παιδός, ὁ μὲν Λάιος ἔκρινεν ἐπερωτῆσαι τὸν θεὸν περὶ τοῦ βρέφους τοῦ ἐκτεθέντος, ὁ δὲ Οἰδίπους μαθὼν παρά τινος τὴν καθʼ ἑαυτὸν ὑποβολήν,

v.1.p.499
ἐπεχείρησεν ἐπερωτῆσαι τὴν Πυθίαν περὶ τῶν κατʼ ἀλήθειαν γονέων. κατὰ δὲ τὴν Φωκίδα τούτων ἀλλήλοις ἀπαντησάντων, ὁ μὲν Λάιος ὑπερηφάνως ἐκχωρεῖν τῆς ὁδοῦ προσέταττεν, ὁ δʼ Οἰδίπους ὀργισθεὶς ἀπέκτεινε τὸν Λάιον, ἀγνοῶν ὅτι πατὴρ ἦν αὐτοῦ.

καθʼ ὃν δὴ χρόνον μυθολογοῦσι σφίγγα, δίμορφον θηρίον, παραγενομένην εἰς τὰς Θήβας αἴνιγμα προτιθέναι τῷ δυναμένῳ λῦσαι, καὶ πολλοὺς ὑπʼ αὐτῆς διʼ ἀπορίαν ἀναιρεῖσθαι. προτιθεμένου δὲ ἐπάθλου φιλανθρώπου τῷ λύσαντι γαμεῖν τὴν Ἰοκάστην καὶ βασιλεύειν τῶν Θηβῶν, ἄλλον μὲν μηδένα δύνασθαι γνῶναι τὸ προτεθειμένον, μόνον δὲ Οἰδίπουν λῦσαι τὸ αἴνιγμα. ἦν δὲ τὸ προτεθὲν ὑπὸ τῆς σφιγγός, τί ἐστι τὸ αὐτὸ δίπουν, τρίπουν, τετράπουν.

ἀπορουμένων δὲ τῶν ἄλλων ὁ Οἰδίπους ἀπεφήνατο ἄνθρωπον εἶναι τὸ προβληθέν· νήπιον μὲν γὰρ αὐτὸν ὑπάρχοντα τετράπουν εἶναι, αὐξήσαντα δὲ δίπουν, γηράσαντα δὲ τρίπουν, βακτηρίᾳ χρώμενον διὰ τὴν ἀσθένειαν. ἐνταῦθα τὴν μὲν σφίγγα κατὰ τὸν μυθολογούμενον χρησμὸν ἑαυτὴν κατακρημνίσαι, τὸν δʼ Οἰδίπουν γήμαντα τὴν ἀγνοουμένην ὑφʼ ἑαυτοῦ μητέρα γεννῆσαι δύο μὲν υἱοὺς Ἐτεοκλέα καὶ Πολυνείκην, δύο δὲ θυγατέρας Ἀντιγόνην καὶ Ἰσμήνην.