Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

τάδε ἔνεστιν ἐν τῇ δευτέρᾳ τῶν Διοδώρου βίβλων.

περὶ Νίνου τοῦ πρώτου βασιλεύσαντος κατὰ τὴν Ἀσίαν καὶ τῶν ὑπʼ αὐτοῦ πραχθέντων.

περὶ τῆς Σεμιράμιδος γενέσεως καὶ τῆς περὶ αὐτὴν αὐξήσεως.

ὡς Νίνος ὁ βασιλεὺς ἔγημε τὴν Σεμίραμιν διὰ τὴν ἀρετὴν αὐτῆς.

ὡς Σεμίραμις τελευτήσαντος Νίνου διαδεξαμένη τὴν βασιλείαν πολλὰς καὶ μεγάλας πράξεις ἐπετελέσατο.

κτίσις Βαβυλῶνος καὶ τῆς κατʼ αὐτὴν κατασκευῆς ἀπαγγελία.

περὶ τοῦ κρεμαστοῦ λεγομένου κήπου καὶ τῶν ἄλλων τῶν κατὰ τὴν Βαβυλωνίαν παραδόξων.

στρατεία Σεμιράμιδος εἰς Αἴγυπτον καὶ Αἰθιοπίαν, ἔτι δὲ τὴν Ἰνδικήν.

περὶ τῶν ἀπογόνων ταύτης καὶ τῶν βασιλευσάντων κατὰ τὴν Ἀσίαν καὶ τῆς κατʼ αὐτοὺς τρυφῆς τε καὶ ῥᾳθυμίας.

ὡς ἔσχατος Σαρδανάπαλλος ὁ βασιλεὺς διὰ τρυφὴν ἀπέβαλε τὴν ἀρχὴν ὑπὸ Ἀρβάκου τοῦ Μήδου.

περὶ τῶν Χαλδαίων καὶ τῆς παρατηρήσεως τῶν ἄστρων.

περὶ τῶν βασιλέων τῶν κατὰ τὴν Μηδίαν καὶ τῆς περὶ τούτων διαφωνίας παρὰ τοῖς ἱστοριογράφοις.

περὶ τοποθεσίας τῆς Ἰνδικῆς καὶ τῶν κατὰ τὴν χώραν φυομένων καὶ τῶν παρʼ Ἰνδοῖς νομίμων.

περὶ Σκυθῶν καὶ Ἀμαζόνων καὶ Ὑπερβορέων.

περὶ τῆς Ἀραβίας καὶ τῶν κατʼ αὐτὴν φυομένων καὶ μυθολογουμένων.

περὶ τῶν νήσων τῶν ἐν τῇ μεσημβρίᾳ κατὰ τὸν ὠκεανὸν εὑρεθεισῶν.