Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

ἡ μὲν πρὸ ταύτης βίβλος τῆς ὅλης συντάξεως οὖσα πρώτη περιέχει τὰς κατʼ Αἴγυπτον πράξεις· ἐν αἷς ὑπάρχει τά τε περὶ τῶν θεῶν παρʼ Αἰγυπτίοις μυθολογούμενα καὶ περὶ τῆς τοῦ Νείλου φύσεως καὶ τἄλλα τὰ περὶ τοῦ ποταμοῦ τούτου παραδοξολογούμενα, πρὸς δὲ τούτοις περί τε τῆς κατʼ Αἴγυπτον χώρας καὶ τῶν ἀρχαίων βασιλέων τὰ ὑφʼ ἑκάστου πραχθέντα. ἑξῆς δὲ κατετάχθησαν αἱ κατασκευαὶ τῶν πυραμίδων τῶν ἀναγραφομένων ἐν τοῖς ἑπτὰ θαυμαζομένοις ἔργοις.