Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

Ἀλέξανδρος καταπεπολεμηκὼς τὸ τῶν Κοσσαίων ἔθνος ἀνέζευξε μετὰ τῆς δυνάμεως καὶ προῆγεν ἐπὶ Βαβυλῶνος, ἀεὶ δὲ κατὰ τὰς στρατοπεδείας διαλείπων καὶ τὴν δύναμιν ἀναλαμβάνων ἡσυχῇ προῆγεν.

ἀπέχοντος δὲ αὐτοῦ τριακοσίους σταδίους τῆς Βαβυλῶνος οἱ Χαλδαῖοι καλούμενοι, μεγίστην μὲν δόξαν ἐν ἀστρολογίᾳ περιπεποιημένοι, διὰ δέ τινος αἰωνίου παρατηρήσεως προλέγειν εἰωθότες τὰ μέλλοντα, προεχειρίσαντο μὲν ἐξ ἑαυτῶν τοὺς πρεσβυτάτους καὶ μεγίστην ἐμπειρίαν ἔχοντας, διὰ δὲ τῆς τῶν ἀστέρων μαντείας γνόντες τὴν μέλλουσαν γίνεσθαι τοῦ βασιλέως τελευτὴν ἐν Βαβυλῶνι προσέταξαν μηνῦσαι τῷ βασιλεῖ τὸν κίνδυνον καὶ παρακελεύσασθαι μηδενὶ τρόπῳ τὴν εἰς τὴν πόλιν εἴσοδον ποιήσασθαι·

δύνασθαι δὲ αὐτὸν ἐκφυγεῖν τὸν κίνδυνον, ἐὰν ἀναστήσῃ τὸν καθῃρημένον ὑπὸ Περσῶν τοῦ Βήλου τάφον καὶ τὴν βεβουλευμένην ὁδὸν ἐπιστήσας παρέλθῃ τὴν πόλιν. τῶν δὲ ἀποσταλέντων Χαλδαίων ὁ προκριθείς, ὄνομα Βελεφάντης, τῷ μὲν βασιλεῖ συνελθεῖν εἰς λόγους οὐκ ἐτόλμησε διὰ τὸν φόβον, Νεάρχῳ δʼ ἑνὶ τῶν Ἀλεξάνδρου φίλων κατʼ ἰδίαν ἐντυχὼν καὶ τὰ κατὰ μέρος ἀπαγγείλας ἠξίου δηλῶσαι τῷ βασιλεῖ.

ὁ δʼ Ἀλέξανδροσἀκούσας παρὰ τοῦ Νεάρχου τὴν τῶν Χαλδαίων πρόρρησιν κατεπλάγη καὶ μᾶλλον ἀεὶ τὴν ἀγχίνοιαν τῶν ἀνδρῶν καὶ δόξαν ἀναλογιζόμενος ἐταράττετο τὴν ψυχήν. τέλος δὲ τοὺς πολλοὺς τῶν φίλων ἀποστείλας εἰς τὴν πόλιν αὐτὸς εἰς ἄλλην ἀτραπὸν μεταβαλὼν παρήλλαξε τὴν Βαβυλῶνα καὶ καταστρατοπεδεύσας ἀπὸ σταδίων διακοσίων ἡσυχίαν εἶχεν. πάντων δὲ θαυμαζόντων ἧκον πρὸς αὐτὸν ἄλλοι τε πλείους τῶν Ἑλλήνων καὶ τῶν φιλοσόφων οἱ περὶ τὸν Ἀνάξαρχον.

οὗτοι δὲ μαθόντες τὴν αἰτίαν καὶ τοῖς ἐκ φιλοσοφίας χρησάμενοι λόγοις ἐνεργῶς τοσοῦτον μετέθηκαν αὐτὸν ὥστε καταφρονῆσαι μὲν πάσης μαντικῆς, μάλιστα δὲ τῆς παρὰ Χαλδαίοις προτιμωμένης. διόπερ ὁ βασιλεύς, ὡσπερεὶ τετρωμένος τὴν ψυχὴν καὶ τοῖς τῶν φιλοσόφων ὑγιασθεὶς λόγοις, εἰς τὴν Βαβυλῶνα μετὰ τῆς δυνάμεως εἰσῆλθεν.

τῶν δʼ ἐγχωρίων, καθάπερ καὶ πρότερον, φιλανθρώπως ὑποδεχομένων τοὺς στρατιώτας ἅπαντες ὥρμησαν πρὸς ἄνεσιν καὶ τρυφήν, πολλῆς τῶν ἐπιτηδείων παρεσκευασμένης δαψιλείας. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.