Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Ἑλλάδα ταραχαὶ συνίσταντο καὶ πραγμάτων καινῶν κινήσεις, ἐξ ὧν ὁ Λαμιακὸς πόλεμος κληθεὶς ἔλαβε τὴν ἀρχήν, ἐκ τοιαύτης τινὸς αἰτίας. τοῦ βασιλέως προστάξαντος τοῖς σατράπαις ἅπασιν ἀπομίσθους ποιῆσαι τοὺς μισθοφόρους καὶ τούτων τὸ πρόσταγμα συντελεσάντων πολλοὶ τῆς στρατείας ἀπολελυμένοι ξένοι διέτρεχον καθʼ ὅλην τὴν Ἀσίαν πλανώμενοι καὶ τὰς ἀναγκαίας τροφὰς ἐκ τῶν προνομῶν ποριζόμενοι. μετὰ δὲ ταῦτα πανταχόθεν διῆραν ἐπὶ Ταίναρον τῆς Λακωνικῆς.

ὁμοίως δὲ καὶ τῶν Περσικῶν σατραπῶν καὶ τῶν ἄλλων ἡγεμόνων οἱ περιλειφθέντες χρήματά τε καὶ στρατιώτας ἀθροίζοντες ἔπλεον ἐπὶ Ταίναρον καὶ κοινὴν δύναμιν ἤθροιζον.

τὸ δὲ τελευταῖον Λεωσθένην τὸν Ἀθηναῖον, ἄνδρα ψυχῆς λαμπρότητι διάφορον καὶ μάλιστʼ ἀντικείμενον τοῖς Ἀλεξάνδρου πράγμασιν, εἵλοντο στρατηγὸν αὐτοκράτορα. οὗτος δὲ τῇ βουλῇ διαλεχθεὶς ἐν ἀπορρήτοις πεντήκοντα μὲν ἔλαβε τάλαντα πρὸς τὴν μισθοδοσίαν, ὅπλων δὲ πλῆθος ἱκανὸν εἰς τὰς κατεπειγούσας χρείας, πρὸς δὲ Αἰτωλοὺς ἀλλοτρίως ἔχοντας πρὸς τὸν βασιλέα περὶ συμμαχίας διεπρεσβεύσατο καὶ πάντα τὰ πρὸς τὸν πόλεμον παρεσκευάζετο.

Λεωσθένης μὲν οὖν προορώμενος τὸ μέγεθος τοῦ πολέμου περὶ ταῦτα διέτριβεν. ὁ δʼ Ἀλέξανδρος τῶν Κοσσαίων ἀπειθούντων ἐστράτευσεν ἐπʼ αὐτοὺς εὐζώνῳ τῇ δυνάμει. τοῦτο δὲ τὸ ἔθνος ἀλκῇ διαφέρον κατοικεῖ μὲν τῆς Μηδείας τὴν ὀρεινήν, πεποιθὸς δὲ τῇ τῶν τόπων δυσχωρίᾳ καὶ ταῖς κατὰ πόλεμον ἀρεταῖς οὐδέποτε δεσπότην ἔπηλυν προσεδέδεκτο, ἀλλὰ καὶ κατὰ τὴν Περσῶν βασιλείαν διέμεινεν ἀνάλωτον καὶ τότε πεφρονηματισμένον οὐ κατεπλάγη τὴν τῶν Μακεδόνων ἀρετήν.

ὁ δὲ βασιλεὺς προκαταλαβόμενος τὰς παρόδους καὶ τῆς Κοσσαίας τὴν πλείστην πορθήσας καὶ κατὰ πάσας τὰς συμπλοκὰς προτερῶν πολλοὺς μὲν ἀπέκτεινε τῶν βαρβάρων, πολλαπλασίους δʼ ἐζώγρησεν. οἱ δὲ Κασσαῖοι πάντῃ νικώμενοι καὶ διὰ τὸ πλῆθος τῶν ἑαλωκότων χαλεπῶς φέροντες ἠναγκάσθησαν τῆς τῶν αἰχμαλώτων σωτηρίας τὴν δουλείαν ἀλλάξασθαι.

διὸ καὶ τὰ καθʼ αὑτοὺς ἐπιτρέψαντες ἐτύγχανον εἰρήνης σὺν τῷ ποιεῖν τὸ προσταττόμενον τῷ βασιλεῖ. ὁ δὲ Ἀλέξανδρος ἐν ἡμέραις ταῖς πάσαις τεσσαράκοντα καταπολεμήσας τὸ ἔθνος καὶ πόλεις ἀξιολόγους ἐν ταῖς δυσχωρίαις κτίσας ἀνελάμβανε τὴν δύναμιν. ---