Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἀπορούμενος δὲ χρημάτων εἰς τὰς τῶν ξένων μισθοδοσίας ἐξαπέστειλε στρατιώτας χιλίους μετὰ τῶν ἀξιολογωτάτων ἡγεμόνων εἰς τὴν τῶν Καρχηδονίων ἐπικράτειαν. οὗτοι δὲ πολλὴν χώραν πορθήσαντες καὶ λαφύρων πλῆθος κομίσαντες παρέδωκαν τῷ Τιμολέοντι. ὁ δὲ λαφυροπωλήσας τὴν λείαν καὶ χρημάτων πλῆθος ἀθροίσας ἔδωκε τοῖς μισθοφόροις εἰς πλείω χρόνον τοὺς μισθούς.

ἐκράτησε δὲ καὶ τῆς Ἐντέλλης καὶ τοὺς τὰ Καρχηδονίων μάλιστα φρονοῦντας πεντεκαίδεκα θανατώσας τοῖς ἄλλοις ἀπένειμε τὴν ἐλευθερίαν. τοῦ δὲ Τιμολέοντος αὐξομένου τῇ τε δυνάμει καὶ τῇ κατὰ τὴν στρατηγίαν δόξῃ αἱ μὲν Ἑλληνίδες πόλεις αἱ κατὰ τὴν Σικελίαν ἅπασαι προθύμως ὑπετάγησαν τῷ Τιμολέοντι διὰ τὸ πάσαις τὰς αὐτονομίας ἀποδιδόναι, τῶν δὲ Σικελῶν καὶ Σικανῶν καὶ τῶν ἄλλων τῶν ὑπὸ τοὺς Καρχηδονίους τεταγμένων πολλαὶ διεπρεσβεύοντο πόλεις, σπεύδουσαι παραληφθῆναι πρὸς τὴν συμμαχίαν.

Καρχηδόνιοι δὲ τοὺς κατὰ τὴν Σικελίαν στρατηγοὺς ὁρῶντες ἀγεννῶς τὸν πόλεμον διοικοῦντας ἔκριναν ἑτέρους ἀποστέλλειν μετὰ δυνάμεων μεγάλων. εὐθὺς οὖν τῶν πολιτῶν κατέλεγον τοὺς ἀρίστους εἰς τὴν στρατείαν καὶ τῶν Λιβύων τοὺς εὐθέτους ἐστρατολόγουν, χωρὶς δὲ τούτων προχειρισάμενοι χρημάτων πλῆθος μισθοφόρους ἐξενολόγουν Ἴβηρας καὶ Κελτοὺς καὶ Λίγυας· ἐναυπηγοῦντο δὲ καὶ ναῦς μακρὰς καὶ φορτηγοὺς πολλὰς ἤθροιζον καὶ τὴν ἄλλην παρασκευὴν ἀνυπέρβλητον ἐποιοῦντο.