Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

παρελθὼν δὲ πρὸς πόλιν Ἔγγυον, τυραννουμένην ὑπὸ Λεπτίνου, προσβολὰς συνεχεῖς ἐποιεῖτο βουλόμενος τὸν μὲν Λεπτίνην ἐκβαλεῖν ἐκ τῆς πόλεως, τοῖς δʼ Ἐγγυΐνοις τὴν ἐλευθερίαν ἀποδοῦναι.

περὶ ταῦτα δὲ τοῦ Τιμολέοντος ὄντος Ἱκέτας πανδημεὶ στρατεύσας ἐκ τῶν Λεοντίνων ἐπολιόρκει τὰς Συρακούσσας, πολλοὺς δὲ τῶν στρατιωτῶν ἀποβαλὼν ταχέως ἐπανῆλθεν εἰς τοὺς Λεοντίνους.

ὁ δὲ Τιμολέων καταπληξάμενος τὸν Λεπτίνην τοῦτον μὲν ὑπόσπονδον ἐξέπεμψεν εἰς τὴν Πελοπόννησον, ἐνδεικνύμενος τοῖς Ἕλλησι τὰς τῶν καταπολεμηθέντων τυράννων ἐκπτώσεις. οὔσης δὲ καὶ τῆς τῶν Ἀπολλωνιατῶν πόλεως ὑπὸ τὸν Λεπτίνην παραλαβὼν τὴν Ἀπολλωνίαν ταύτῃ τε καὶ τῇ τῶν Ἐγγυΐνων ἀπέδωκε τὴν αὐτονομίαν.