Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

Καρχηδόνιοι δὲ βραχὺ πρὸ τούτων τῶν καιρῶν πυθόμενοι τὸ μέγεθος τοῦ κατὰ Σικελίαν ἐσομένου πολέμου ταῖς μὲν κατὰ Σικελίαν συμμαχίσι πόλεσι φιλανθρώπως προσεφέροντο καὶ πρὸς τοὺς κατὰ τὴν νῆσον τυράννους τὴν διαφορὰν καταλύσαντες φιλίαν συνέθεντο, μάλιστα δὲ πρὸς Ἱκέταν τὸν τῶν Συρακοσίων δυναστεύοντα διὰ τὸ τοῦτον πλεῖον ἰσχύειν,

αὐτοὶ δὲ πολλὴν δύναμιν ναυτικήν τε καὶ πεζικὴν παρασκευασάμενοι διεβίβασαν εἰς Σικελίαν, Ἄννωναστρατηγὸν ἐπιστήσαντες. εἶχον δὲ μακρὰς ναῦς ἑκατὸν καὶ πεντήκοντα, στρατιώτας δὲ πεζοὺς μὲν πεντακισμυρίους, ἅρματα δὲ τριακόσια, συνωρίδας δὲ ὑπὲρ τὰς δισχιλίας, χωρὶς δὲ τούτων ὅπλα καὶ βέλη παντοδαπὰ καὶ μηχανὰς πολιορκητικὰς παμπληθεῖς καὶ σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων πλῆθος ἀνυπέρβλητον.

ἐπὶ πρώτην δὲ τὴν τῶν Ἐντελλίνων πόλιν ἐλθόντες τήν τε χώραν ἐδῄωσαν καὶ τοὺς ἐγχωρίους εἰς πολιορκίαν συνέκλεισαν. οἱ δὲ τὴν πόλιν κατοικοῦντες Καμπανοὶ καταπλαγέντες τὸ μέγεθος τῆς δυνάμεως ἐξέπεμψαν εἰς τὰς ἄλλας πόλεις τὰς ἀλλοτρίως διακειμένας πρὸς Καρχηδονίους περὶ βοηθείας. τῶν μὲν οὖν ἄλλων οὐδεὶς ὑπήκουσεν, οἱ δὲ τὴν Γαλερίαν πόλιν οἰκοῦντες ἐξέπεμψαν αὐτοῖς στρατιώτας ὁπλίτας χιλίους. τούτοις δʼ ὑπαντήσαντες οἱ Φοίνικες καὶ περιχυθέντες τῷ πλήθει πάντας κατέκοψαν.

οἱ δὲ τὴν Αἴτνην κατοικοῦντες Καμπανοὶ τὸ μὲν πρῶτον παρεσκευάζοντο συμμαχίαν ἐκπέμπειν εἰς τὴν Ἔντελλαν διὰ τὴν συγγένειαν, μετὰ δὲ ταῦτα τὴν τῶν Γαλερίνων συμφορὰν ἀκούσαντες ἔκριναν ἡσυχίαν ἄγειν.

τοῦ δὲ Διονυσίου κυριεύοντος τῶν Συρακουσσῶν Ἱκέτας ἔχων περὶ ἑαυτὸν ἀξιόλογον δύναμιν ἐστράτευσεν ἐπὶ τὰς Συρακούσσας καὶ τὸ μὲν πρῶτον χάρακα βαλόμενος περὶ τὸ Ὀλυμπιεῖον διεπολέμει τῷ κρατοῦντι τῆς πόλεως τυράννῳ,

χρονιζούσης δὲ τῆς πολιορκίας καὶ τῶν ἐπιτηδείων ἐκλιπόντων ὁ μὲν Ἱκέτας ἀνέζευξεν εἰς Λεοντίνους (ἐκ ταύτης γὰρ ὡρμᾶτο τῆς πόλεως)· ὁ δὲ Διονύσιος ἐπακολουθήσας αὐτοῖς καὶ καταλαβὼν τὴν οὐραγίαν συνεστήσατο μάχην.

ὁ δʼ Ἱκέτας ἐπιστρέψας ἐπὶ τὸν Διονύσιον συνῆψε μάχην καὶ πλείους τῶν τρισχιλίων μισθοφόρων ἀνελὼν τοὺς λοιποὺς φυγεῖν ἠνάγκασεν. ὀξεῖ δὲ τῷ διωγμῷ χρησάμενος καὶ συνεισπεσὼν τοῖς φεύγουσιν εἰς τὴν πόλιν ἐκράτησε τῶν Συρακουσσῶν πλὴν τῆς Νήσου. καὶ τὰ μὲν περὶ τὸν Ἱκέταν καὶ Διονύσιον ἐν τούτοις ἦν.