Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησιν Εὐβούλου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Φάβιον καὶ Σερούιον Σουλπίκιον. ἐπὶ δὲ τούτων Τιμολέων ὁ Κορίνθιος προκεχειρισμένος ὑπὸ τῶν πολιτῶν ἐπὶ τὴν ἐν Συρακούσσαις στρατηγίαν παρεσκευάζετο πρὸς τὸν εἰς τὴν Σικελίαν ἔκπλουν.

ἑπτακοσίους μὲν οὖν ξένους ἐμισθώσατο, στρατιωτῶν δὲ τέσσαρας τριήρεις πληρώσας καὶ ταχυναυτούσας τρεῖς ἐξέπλευσεν ἐκ Κορίνθου. ἐν παράπλῳ δὲ παρὰ Λευκαδίων καὶ Κορκυραίων τρεῖς ναῦς προσλαβόμενος ἐπεραιοῦτο δέκα ναυσὶ τὸν Ἰόνιον καλούμενον πόρον.

ἴδιον δέ τι καὶ παράδοξον συνέβη γενέσθαι τῷ Τιμολέοντι κατὰ τὸν πλοῦν, τοῦ δαιμονίου συνεπιλαβομένου τῆς ἐπιβολῆς καὶ προσημαίνοντος τὴν ἐσομένην περὶ αὐτὸν εὐδοξίαν καὶ λαμπρότητα τῶν πράξεων· διʼ ὅλης γὰρ τῆς νυκτὸς προηγεῖτο λαμπὰς καιομένη κατὰ τὸν οὐρανὸν μέχρι οὗ συνέβη τὸν στόλον εἰς τὴν Ἰταλίαν καταπλεῦσαι.

ὁ δὲ Τιμολέων προακηκοὼς ἦν ἐν Κορίνθῳ τῶν τῆς Δήμητρος καὶ Κόρης ἱερειῶν ὅτι κατὰ τὸν ὕπνον αὐταῖς αἱ θεαὶ προήγγειλαν συμπλεύσεσθαι τοῖς περὶ τὸν Τιμολέοντα κατὰ τὸν πλοῦν τὸν εἰς τὴν ἱερὰν αὐτῶν νῆσον.

διόπερ ὁ Τιμολέων καὶ οἱ συμπλέοντες περιχαρεῖς ἦσαν, ὡς τῶν θεῶν συνεργουσῶν αὐτοῖς. τὴν δʼ ἀρίστην τῶν νεῶν καθιερώσας ταῖς θεαῖς ὁ Τιμολέων ὠνόμασεν αὐτὴν Δήμητρος καὶ Κόρης ἱεράν. καταπλεύσαντος δὲ τοῦ στόλου χωρὶς κινδύνων εἰς Μεταπόντιον τῆς Ἰταλίας ἐπικατέπλευσε Καρχηδονία τριήρης ἔχουσα πρεσβευτὰς Καρχηδονίους.

οὗτοι δʼ ἐντυχόντες τῷ Τιμολέοντι διεμαρτύραντο μὴ κατάρχειν πολέμου μηδʼ ἐπιβαίνειν τῇ Σικελίᾳ. ὁ δὲ Τιμολέων, ἐπικαλουμένων αὐτὸν τῶν Ῥηγίνων καὶ συμμαχήσειν ἐπαγγελλομένων, ἐξέπλευσεν εὐθέως ἐκ τοῦ Μεταποντίου σπεύδων φθάσαι τὴν περὶ αὐτὸν φήμην·

σφόδρα γὰρ εὐλαβεῖτο μήποτε Καρχηδόνιοι θαλασσοκρατοῦντες κωλύσωσιν αὐτὸν εἰς Σικελίαν διαπλεῦσαι. οὗτος μὲν οὖν κατὰ σπουδὴν ἐτέλει τὸν εἰς Ῥήγιον πλοῦν.