Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τῶν δὲ Συρακοσίων κατεσκευακότων ἀπὸ θαλάττης εἰς θάλατταν διατείχισμα αὑτῶν προσέπεσον οἱ μισθοφόροι τῷ τείχει μετὰ πολλῆς βοῆς καὶ καταπλήξεως καὶ πολλοὺς μὲν τῶν φυλάκων ἀνεῖλον, τοῦ δὲ τείχους ἐντὸς γενόμενοι πρὸς τοὺς ἐκβοηθοῦντας διηγωνίζοντο.

ὁ δὲ Δίων ἀνελπίστως παρεσπονδημένος μετὰ τῶν ἀρίστων στρατιωτῶν ἀπήντα τοῖς πολεμίοις καὶ συνάψας μάχην πολὺν ἐποίει φόνον. ἐν σταδίῳ γὰρ ὥσπερ, τῷ ὀλίγῳ δὴ διαστήματι τῆς διατειχίσεως, μάχης οὔσης συνέδραμε πλῆθος στρατιωτῶν εἰς στενὸν τόπον.

διὸ καὶ παρʼ ἀμφοτέροις οἱ ταῖς ἀνδραγαθίαις πρωτεύοντες συγκατέβησαν εἰς τὸν κίνδυνον· καὶ τῶν μὲν τοῦ Διονυσίου μισθοφόρων διὰ τὸ μέγεθος τῶν ἐπαγγελιῶν, τῶν δὲ Συρακοσίων διὰ τὴν ἐλπίδα τῆς ἐλευθερίας εἰς ὑπερβάλλουσαν φιλοτιμίαν ἐκτραπέντων τὸ μὲν πρῶτον ἰσόρροπος ἦν ἡ μάχη, τῆς παρʼ ἀμφοτέροις ἀρετῆς οὔσης ἰσομάχου, καὶ πολλοὶ μὲν ἔπιπτον, οὐκ ὀλίγοιδὲ κατετιτρώσκοντο πάσας τὰς πληγὰς ἐναντίας λαμβάνοντες· οἱ μὲν γὰρ πρωτοστάται τὸν ὑπὲρ τῶν ἄλλων θάνατον ὑπέμενον εὐψύχως, οἱ δʼ ἐπιτεταγμένοι τοὺς πίπτοντας ὑπερασπίζοντες καὶ τοῖς δεινοῖς ἐγκαρτεροῦντες τοὺς ἐσχάτους κινδύνους ὑπὲρ τῆς νίκης ἀνεδέχοντο.

μετὰ δὲ ταῦτα Δίων μὲν ἀριστεῦσαι βουλόμενος ἐν τῇ μάχῃ καὶ σπεύδων διʼ ἑαυτοῦ περιποιήσασθαι τὴν νίκην εἰς μέσους ἐβιάσατο τοὺς πολεμίους· ἡρωικῶς δʼ ἀγωνιζόμενος πολλοὺς μὲν ἐφόνευσε, τὴν δʼ ὅλην σύνταξιν τῶν μισθοφόρων διακόψας ἐναπελήφθη μόνος τῷ πλήθει· πολλῶν δʼ ἐπʼ αὐτὸν ῥιφέντων βελῶν εἴς τε τὴν ἀσπίδα καὶ τὸ κράνος ταῦτα μὲν ἐξέφυγε διὰ τὴν τῶν ὅπλων κατασκευήν, εἰς δὲ τὸν δεξιὸν βραχίονα τρωθεὶς συγκατηνέχθη τῷ βάρει τῆς πληγῆς καὶ τοῖς πολεμίοις παρʼ ὀλίγον ὑποχείριος ἐγένετο.

οἱ δὲ Συρακόσιοι δείσαντες ὑπὲρ τῆς κατὰ τὸν στρατηγὸν σωτηρίας ἐπέρραξαν τοῖς μισθοφόροις βαρείᾳ τῇ συντάξει καὶ τὸν μὲν Δίωνα καταπονούμενον ἐξήρπασαν ἐκ τῶν κινδύνων, τοὺς δὲ πολεμίους βιασάμενοι φυγεῖν ἠνάγκασαν. ὁμοίως δὲ καὶ κατὰ τὸν ἄλλον τόπον τοῦ τείχους προτερούντων τῶν Συρακοσίων οἱ τοῦ τυράννου μισθοφόροι συνεδιώχθησαν ἐντὸς πυλῶν τῶν ἐν τῇ Νήσῳ. ἐπιφανεῖ δὲ μάχῃ νικήσαντες οἱ Συρακόσιοι καὶ τὴν ἐλευθερίαν βεβαίως κτησάμενοι τρόπαιον ἔστησαν κατὰ τοῦ τυράννου.