Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τῆς δὲ πόλεως πάσης μετημφιεσμένης ἀντὶ τῆς δουλείας τὴν ἐλευθερίαν καὶ τὸ σκυθρωπὸν τῆς τυραννίδος εἰς πανηγυρικὴν ἱλαρότητα τῆς τύχης ἀγούσης πᾶσα οἰκία θυσιῶν καὶ χαρᾶς ἔγεμε, τῶν ἰδιωτῶν ἐπὶ ταῖς ἰδίαις ἑστίαις θυμιώντων καὶ περὶ μὲν τῶν παρόντων ἀγαθῶν εὐχαριστούντων τοῖς θεοῖς, περὶ δὲ τῶν μελλόντων εὐχὰς ἀγαθὰς ποιουμένων. ἐγένετο δὲ καὶ τῶν γυναικῶν ἐπὶ ταῖς ἀνελπίστοις εὐημερίαις ὀλολυγμὸς πολὺς καὶ καθʼ ἅπασαν τὴν πόλιν συνδρομαί.

οὐδεὶς δʼ ἦν ἐλεύθερος, οὐ δοῦλος, οὐ ξένος, ὃς οὐκ ἔσπευδεν ἰδεῖν τὸν Δίωνα καὶ τὴν ἀρετὴν τοῦ ἀνδρὸς πάντες ἀπεδέχοντο μειζόνως ἢ κατʼ ἄνθρωπον. καὶ τοῦτʼ εὐλόγως ἔπασχον διὰ τὸ μέγεθος καὶ παράδοξον τῆς μεταβολῆς· πεντηκονταετοῦς γὰρ δουλείας πεπειραμένοι καὶ τῆς ἐλευθερίας διὰ τὸν χρόνον ἐπιλελησμένοι διʼ ἑνὸς ἀνδρὸς ἀρετὴν ἀπελύθησαν τῆς συμφορᾶς.

Διονύσιος δὲ κατὰ τούτους τοὺς καιροὺς αὐτὸς μὲν ἔτυχε διατρίβων περὶ Καυλωνίαν τῆς Ἰταλίας, Φίλιστον δὲ τὸν στρατηγὸν περὶ τὸν Ἀδρίαν ὄντα μετεπέμψατο μετὰ τῆς ναυτικῆς δυνάμεως καὶ προσέταξε πλεῖν εἰς τὰς Συρακούσσας. ἀμφοτέρων δʼ εἰς τὸν αὐτὸν τόπον ἐλθεῖν σπευδόντων ὁ μὲν Διονύσιος ἧκεν εἰς τὰς Συρακούσσας ἡμέραις ὕστερον ἑπτὰ τῆς Δίωνος καθόδου.

εὐθὺς οὖν καταστρατηγῆσαι βουλόμενος τοὺς Συρακοσίους περὶ διαλύσεως ἐπρεσβεύετο καὶ πολλὰς ἐμφάσεις ἐδίδου παραδώσειν τὴν τυραννίδα τῷ δήμῳ καὶ τῆς δημοκρατίας ἀλλάξεσθαι τιμὰς ἀξιολόγους· ἠξίου τε πρέσβεις ἀποστεῖλαι πρὸς αὐτόν, μεθʼ ὧν συνεδρεύσας καταλύσηται τὸν πόλεμον.

οἱ μὲν οὖν Συρακόσιοι μετεωρισθέντες ταῖς ἐλπίσιν ἐξαπέστειλαν πρέσβεις τοὺς ἀξιολογωτάτους τῶν ἀνδρῶν· ὁ δὲ Διονύσιος τούτοις μὲν φυλακὴν περιστήσας ἀνεβάλετο τὴν ἔντευξιν, αὐτὸς δʼ ὁρῶν τοὺς Συρακοσίους διὰ τὴν ἐλπίδα τῆς εἰρήνης τά τε περὶ τὰς φυλακὰς ῥᾳθύμως ἔχοντας καὶ τὰ πρὸς μάχην ἀπαρασκεύους ἄφνω τὰς πύλας τῆς κατὰ τὴν Νῆσον ἀκροπόλεως ἀνοίξας ἐξεχύθη συντεταγμένῃ τῇ δυνάμει.