Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Λυσιστράτου παρὰ Ῥωμαίοις ἐγένετο στάσις, τῶν μὲν οἰομένων δεῖν ὑπάτους, τῶν δὲ χιλιάρχους αἱρεῖσθαι. ἐπὶ μὲν οὖν τινα χρόνον ἀναρχία τὴν στάσιν ὑπέλαβε, μετὰ δὲ ταῦτα ἔδοξε χιλιάρχους αἱρεῖσθαι ἕξ· καὶ κατεστάθησαν Λεύκιος Αἰμίλιος καὶ Γάιος Οὐεργίνιος καὶ Σερούιος Σουλπίκιος, πρὸς δὲ τούτοις Λεύκιος Κοΐντιος καὶ Γάιος Κορνήλιος, ἔτι δὲ Γάιος Οὐαλέριος.

ἐπὶ δὲ τούτων Πολύδωρος ὁ Φεραῖος ὁ τῶν Θετταλῶν ἄρξας ὑπὸ Ἀλεξάνδρου τοῦ ἀδελφιδοῦ ἀνῃρέθη φαρμάκῳ, προκληθεὶς εἰς μέθην· τὴν δὲ δυναστείαν διαδεξάμενος Ἀλέξανδρος ὁ ἀδελφιδοῦς ἦρξεν ἔτη ἕνδεκα. οὗτος δὲ παρανόμως καὶ βιαίως κτησάμενος τὴν δυναστείαν, ἀκολούθως ταύτῃ τῇ προαιρέσει διῴκει τὰ κατὰ τὴν ἀρχήν. τῶν γὰρ πρὸ αὐτοῦ δυναστῶν ἐπιεικῶς προσφερομένων τοῖς πλήθεσι, καὶ διὰ τοῦτʼ ἀγαπωμένων, οὗτος βιαίως καὶ χαλεπῶς ἄρχων ἐμισεῖτο.

διὸ καὶ τὴν παρανομίαν φοβηθέντες τῶν Λαρισσαίων τινές, οἱ διʼ εὐγένειαν Ἀλευάδαι προσαγορευόμενοι, συνέθεντο πρὸς ἀλλήλους καταλῦσαι τὴν δυναστείαν. ἀπελθόντες δʼ ἐκ Λαρίσσης εἰς Μακεδονίαν ἔπεισαν Ἀλέξανδρον τὸν βασιλέα συγκαταλῦσαι τὸν τύραννον.

τούτων δὲ περὶ ταῦτα διατριβόντων, ὁ Φεραῖος Ἀλέξανδρος πυθόμενος τὴν καθʼ ἑαυτοῦ παρασκευήν, κατέλεγε τοὺς εἰς τὴν στρατείαν εὐθέτους, διανοούμενος ἐν τῇ Μακεδονίᾳ συστήσασθαι τὴν μάχην. ὁ δὲ τῶν Μακεδόνων βασιλεύς, ἔχων μεθʼ ἑαυτοῦ τοὺς ἐκ Λαρίσσης φυγάδας, φθάσας τοὺς πολεμίους ἧκε μετὰ τῆς δυνάμεως εἰς τὴν Λάρισσαν· παρεισαχθεὶς δʼ ὑπὸ τῶν Λαρισσαίων ἐντὸς τοῦ τείχους ἐκράτησε τῆς πόλεως πλὴν τῆς ἄκρας.

μετὰ δὲ ταῦτα τήν τε ἄκραν ἐξεπολιόρκησε καὶ Κραννῶνα πόλιν προσαγαγόμενος ὡμολόγησε μὲν τοῖς Θετταλοῖς ἀποδώσειν τὰς πόλεις, καταφρονήσας δὲ τῆς δόξης, καὶ φρουρὰς ἀξιολόγους εἰσαγαγών, αὐτὸς κατεῖχε τὰς πόλεις. ὁ δὲ Φεραῖος Ἀλέξανδρος καταδιωχθεὶς ἅμα καὶ καταπλαγεὶς ἐπανῆλθεν εἰς τὰς Φεράς. καὶ τὰ μὲν κατὰ τὴν Θετταλίαν ἐν τούτοις ἦν.