Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

Λακεδαιμονίους γὰρ συνέβαινε περὶ Λεῦκτρα μεγάλῃ συμφορᾷ περιπεπτωκέναι, Ἀθηναίους δὲ μόνον τῆς κατὰ θάλατταν ἀρχῆς ἀντέχεσθαι, Θηβαίους δὲ τῶν πρωτείων ἀξίους μὴ εἶναι, Ἀργείους δὲ διὰ στάσεις καὶ φόνους ἐμφυλίους τεταπεινῶσθαι. διόπερ οἱ Θετταλοὶ προστησάμενοι τῶν ὅλων ἡγεμόνα Ἰάσονα, τούτῳ τὰ κατὰ τὸν πόλεμον ἐπέτρεψαν. ὁ δὲ Ἰάσων παραλαβὼν τὴν ἡγεμονίαν τῶν τε πλησίον ἐθνῶν τινα προσηγάγετο καὶ πρὸς Ἀμύνταν τὸν τῶν Μακεδόνων βασιλέα συμμαχίαν ἐποιήσατο.

ἴδιον δέ τι συνέβη κατὰ τοῦτον τὸν ἐνιαυτόν· τῶν γὰρ ἐν δυναστείαις ὄντων τρεῖς ἐτελεύτησαν περὶ τὸν αὐτὸν καιρόν. Ἀμύντας μὲν ὁ Ἀρριδαίου βασιλεύων τῆς Μακεδονίας ἐτελεύτησεν ἄρξας ἔτη εἴκοσι καὶ τέτταρα, υἱοὺς ἀπολιπὼν τρεῖς, Ἀλέξανδρον καὶ Περδίκκαν καὶ Φίλιππον· διεδέξατο δὲ τὴν βασιλείαν ὁ υἱὸς Ἀλέξανδρος καὶ ἦρξεν ἐνιαυτόν.

ὁμοίως δὲ καὶ Ἀγησίπολις ὁ τῶν Λακεδαιμονίων βασιλεὺς μετήλλαξεν ἄρξας ἐνιαυτόν, τὴν δὲ ἀρχὴν διαδεξάμενος Κλεομένης ὁ ἀδελφὸς ἐβασίλευσεν ἔτη τριάκοντα καὶ τέτταρα.

τρίτος δὲ Ἰάσων ὁ Φεραῖος ἡγεμὼν ᾑρημένος τῆς Θετταλίας, καὶ δοκῶν ἐπιεικῶς ἄρχειν τῶν ὑποτεταγμένων, ἐδολοφονήθη, ὡς μὲν Ἔφορος γέγραφεν, ὑπό τινων ἑπτὰ νεανίσκων συνομοσαμένων δόξης ἕνεκα, ὡς δʼ ἔνιοι γράφουσιν, ὑπὸ Πολυδώρου τἀδελφοῦ. οὗτος δὲ καὶ αὐτὸς διαδεξάμενος τὴν δυναστείαν ἦρξεν ἐνιαυτόν.

Δοῦρις δʼ ὁ Σάμιος ὁ ἱστοριογράφος τῆς τῶν Ἑλληνικῶν ἱστορίας ἐντεῦθεν ἐποιήσατο τὴν ἀρχήν. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.