Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οὗτοι μὲν οὖν προάγοντες ὡς ἧκον εἰς Κορώνειαν, κατεστρατοπέδευσαν καὶ τοὺς καθυστεροῦντας τῶν συμμάχων ἀνέμενον. οἱ δὲ Θηβαῖοι διὰ τὴν παρουσίαν τῶν πολεμίων ἐψηφίσαντο τέκνα μὲν καὶ γυναῖκας εἰς Ἀθήνας ὑπεκθέσθαι, αὐτοὶ δʼ Ἐπαμεινώνδαν στρατηγὸν ἑλόμενοι τούτῳ τὰ κατὰ τὸν πόλεμον ἐπέτρεψαν, συμπαρόντων αὐτῷ βοιωταρχῶν ἕξ.

ὁ δʼ Ἐπαμεινώνδας πανδημεὶ τοὺς Θηβαίους τοὺς ἐν ἡλικίᾳ στρατιᾶς ὄντας καταλέξας εἰς τὴν μάχην καὶ τῶν ἄλλων Βοιωτῶν τοὺς εὐθέτους, προῆγε τὴν δύναμιν ἐκ τῶν Θηβῶν, ἔχων τοὺς σύμπαντας οὐ πλείους τῶν ἑξακισχιλίων.

κατὰ δὲ τὴν τῆς πόλεως ἔξοδον τῶν στρατιωτῶν πολλοῖς ἔδοξε δυσχερῆ σημεῖα φανῆναι τῷ στρατοπέδῳ. περὶ γὰρ τὰς πύλας ἀπήντησε τοῖς περὶ τὸν Ἐπαμεινώνδαν κῆρυξ τυφλός, ὃς ἀνδράποδʼ ἀποδεδρακότα, ἀνακομίζων, καὶ καθάπερ ἦν εἰθισμένον, ἀνηγόρευε κηρύττων μήτʼ ἐξάγειν Θήβηθεν μήτʼ ἀφανίζειν, ἀλλʼ ἀπάγοντα πάλιν ἀνασώζειν.

οἱ μὲν οὖν πρεσβύτεροι τῶν ἀκουόντων τοῦ κήρυκος οἰωνὸν ἐποιοῦντο τοῦ μέλλοντος, οἱ δὲ νεώτεροι ἡσυχίαν εἶχον, ἵνα μὴ δόξωσι διὰ δειλίαν ἀποτρέπειν τὸν Ἐπαμεινώνδαν τῆς στρατείας. ὁ δʼ Ἐπαμεινώνδας πρὸς τοὺς λέγοντας προσέχειν δεῖν τοῖς οἰωνοῖς εἶπεν

  1. εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης.
Hom. Il. 12.243