Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Φρασικλείδου Ῥωμαῖοι κατέστησαν ἀντὶ τῶν ὑπάτων χιλιάρχους ὀκτώ, Πόπλιον Μάνιον καὶ Γάιον, Ἐρενούκιον καὶ Γάιον Σέστον καὶ Τιβέριον Ἰούλιον, ἔτι δὲ Λεύκιον Λαβίνιον καὶ Πόπλιον Τριβώνιον καὶ Γάιον Μάλλιον, πρὸς δὲ τούτοις Λεύκιον Ἀνθέστιον. ἐπὶ δὲ τούτων οἱ μὲν Θηβαῖοι ἔκσπονδοι γεγονότες ἠναγκάσθησαν ἀναδέξασθαι μόνοι τὸν πρὸς Λακεδαιμονίους πόλεμον· οὐδεμιᾷ γὰρ ἐξῆν πόλει συμμαχῆσαι διὰ τὸ πάσας συντεθεῖσθαι τὴν κοινὴν εἰρήνην.

οἱ δὲ Λακεδαιμόνιοι, μονωθέντων τῶν Θηβαίων, ἔκριναν πολεμεῖν αὐτοῖς καὶ τὰς Θήβας ἐξανδραποδίσασθαι. φανερᾶς δὲ οὔσης τῆς τῶν Λακεδαιμονίων παρασκευῆς, καὶ τῶν Θηβαίων ἐρήμων ὄντων συμμάχων, ἅπαντες ὑπελάμβανον αὐτοὺς ῥᾳδίως ὑπὸ τῶν Σπαρτιατῶν καταπολεμηθήσεσθαι.

διόπερ οἱ μὲν εὐνοϊκῶς ἔχοντες τῶν Ἑλλήνων πρὸς τοὺς Θηβαίους συνήλγουν αὐτοῖς ἐπὶ ταῖς προσδοκωμέναις συμφοραῖς, οἱ δʼ ἀλλοτρίως ἔχοντες περιχαρεῖς ἦσαν, ὡς αὐτίκα μάλα τῶν Θηβαίων ἐξανδραποδισθησομένων. τέλος δʼ οἱ Λακεδαιμόνιοι πολλὴν δύναμιν παρασκευασάμενοι παρέδωκαν αὐτὴν Κλεομβρότῳ τῷ βασιλεῖ, καὶ πρῶτον μὲν προαπέστειλαν πρέσβεις εἰς Θήβας, προστάττοντες ἁπάσας τὰς ἐν τῇ Βοιωτίᾳ πόλεις ἐᾶν αὐτονόμους, Πλαταιὰς δὲ καὶ Θεσπιὰς οἰκίζειν καὶ τὴν χώραν τοῖς πρότερον γεγονόσι κυρίοις ἀποκαταστῆσαι.

ἀποκριναμένων δὲ τῶν Θηβαίων, ὡς οὔτʼ αὐτοὶ πολυπραγμονοῦσιν οὐδὲν τῶν κατὰ τὴν Λακωνικὴν οὔτʼ ἐκείνοις ἅπτεσθαι προσήκει τῶν τῆς Βοιωτίας· γενομένων δὲ τοιούτων τῶν ἀποκρίσεων οἱ Λακεδαιμόνιοι τὸν Κλεόμβροτον εὐθὺς ἐξέπεμψαν μετὰ τῆς δυνάμεως ἐπὶ τὰς Θήβας· οἱ δὲ τῶν Λακεδαιμονίων σύμμαχοι προθύμως εἶχον εἰς τὸν πόλεμον, ἐλπίζοντες μήτʼ ἀγῶνα μήτε μάχην ἔσεσθαι, ἀλλʼ ἀκονιτὶ τῶν Βοιωτῶν κρατήσειν.