Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Δημοφίλου Ῥωμαῖοι ἀντὶ τῶν ὑπάτων χιλιάρχους κατέστησαν Πόπλιον Κορνήλιον, Λεύκιον Οὐεργίνιον, Λεύκιον Παπίριον, Μάρκον Φούριον, Οὐαλέριον, Αὖλον Μάλλιον, Λεύκιον καὶ Ποστούμιον.

ἐπὶ δὲ τούτων Λακεδαιμόνιοι μὲν στρατηγὸν προχειρισάμενοι Ἀγησίπολιν τὸν βασιλέα, καὶ δύναμιν ἱκανὴν παραδόντες, ἐψηφίσαντο πρὸς Ὀλυνθίους πολεμεῖν. οὗτος δὲ καταντήσας εἰς τὴν τῶν Ὀλυνθίων χώραν καὶ παραλαβὼν τοὺς προϋπάρχοντας ἐν τῇ παρεμβολῇ στρατιώτας διεπολέμει πρὸς τοὺς ἐγχωρίους. οἱ δʼ Ὀλύνθιοι μεγάλην μὲν μάχην οὐδεμίαν κατὰ τοῦτον τὸν ἐνιαυτὸν συνεστήσαντο, ἀκροβολισμοὺς δὲ καὶ βραχείας συμπλοκὰς ποιούμενοι διετέλεσαν, καταπεπληγμένοι τὴν μετὰ τοῦ βασιλέως δύναμιν.

τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦν ἄρχων Πυθέας, ἐν Ῥώμῃ δʼ ἀντὶ τῶν ὑπάτων χιλίαρχοι ἓξ κατεστάθησαν, Τίτος Κοΐνκτιος, Λεύκιος Σερουίλιος, Λεύκιος Ἰούλιος, Ἀκύλλιος, Λεύκιος Λοκρήτιος, Σερούιος Σουλπίκιος, παρὰ δὲ Ἠλείοις Ὀλυμπιὰς ἤχθη ἑκατοστή, καθʼ ἣν ἐνίκα στάδιον Διονυσόδωρος Ταραντῖνος.