Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οὗτος δʼ ἐμβαλὼν εἰς τὴν χώραν τῶν Ὀλυνθίων, κοινῇ μετʼ Ἀμύντου διεπολέμει πρὸς Ὀλυνθίους. εἶθʼ οἱ μὲν Ὀλύνθιοι δύναμιν ἀξιόλογον ἠθροικότες ἐπλεονέκτουν ἐν ταῖς μάχαις, στρατιώτας πλείους ἔχοντες τῶν πολεμίων· οἱ δὲ Λακεδαιμόνιοι δύναμιν ἀξιόλογον προχειρισάμενοι κατέστησαν στρατηγὸν ἐπʼ αὐτῆς Τελευτίαν. οὗτος δʼ ἦν ἀδελφὸς μὲν Ἀγησιλάου τοῦ βασιλέως, θαυμαζόμενος δʼ ἐπʼ ἀρετῇ παρὰ τοῖς πολίταις.

ἀναζεύξας οὖν μετὰ δυνάμεως ἐκ τῆς Πελοποννήσου καὶ καταντήσας πλησίον τῆς Ὀλυνθίων παρέλαβε τοὺς μετὰ Εὐδαμίδου στρατιώτας. γενόμενος δὲ ἀξιόμαχος τὸ μὲν πρῶτον τὴν τῶν Ὀλυνθίων χώραν ἐδῄωσε, καὶ συναγαγὼν πλῆθος λείας ἐμέρισε τοῖς στρατιώταις. τῶν δὲ Ὀλυνθίων μετὰ τῶν συμμάχων πανδημεὶ παραταξαμένων συνῆψε μάχην. καὶ τὸ μὲν πρῶτον ἰσορρόπου τοῦ κινδύνου γενομένου διεχωρίσθησαν· μετὰ δὲ ταῦτα γενομένης μάχης ἰσχυρᾶς, αὐτός τε ὁ Τελευτίας ἔπεσε λαμπρῶς ἀγωνισάμενος, καὶ τῶν Λακεδαιμονίων ἀνῃρέθησαν πλείους τῶν χιλίων καὶ διακοσίων.

τηλικαύτης δʼ εὐημερίας γενομένης τοῖς Ὀλυνθίοις, οἱ μὲν Λακεδαιμόνιοι, βουλόμενοι διορθώσασθαι τὸ γεγονὸς ἐλάττωμα, δυνάμεις ἁδροτέρας ἐκπέμπειν παρεσκευάζοντο, οἱ δὲ Ὀλύνθιοι, νομίζοντες μείζοσι δυνάμεσιν ἥξειν τοὺς Σπαρτιάτας καὶ τὸν πόλεμον ἔσεσθαι πολυχρόνιον, σίτου τε παρασκευὰς ἀξιολόγους ἐποιοῦντο καὶ παρὰ τῶν συμμάχων στρατιώτας προσελαμβάνοντο.