Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Φανοστράτου Ῥωμαῖοι κατέστησαν ἀντὶ τῶν ὑπάτων χιλιάρχους τέτταρας, Λεύκιον Λοκρήτιον, Σέντιον Σολπίκιον, Λεύκιον Αἰμίλιον, Λεύκιον Φούριον. ἐπὶ δὲ τούτων Διονύσιος ὁ τῶν Συρακοσίων τύραννος παρασκευασάμενος πολεμεῖν Καρχηδονίοις, ἐζήτει λαβεῖν πρόφασιν εὔλογον τοῦ πολέμου. ὁρῶν οὖν τὰς ὑπὸ Καρχηδονίους τεταγμένας πόλεις οἰκείως ἐχούσας πρὸς ἀπόστασιν, προσεδέχετο τὰς βουλομένας ἀφίστασθαι, καὶ συμμαχίαν πρὸς αὐτὰς συντιθέμενος ἐπιεικῶς προσεφέρετο ταύταις.

οἱ δὲ Καρχηδόνιοι τὸ μὲν πρῶτον πρέσβεις ἀποστέλλοντες πρὸς τὸν δυνάστην ἀπῄτουν τὰς πόλεις, μὴ προσέχοντος δὲ αὐτοῦ συνέβη ταύτην ἀρχὴν γενέσθαι τοῦ πολέμου. Καρχηδόνιοι μὲν οὖν πρὸς τοὺς Ἰταλιώτας συμμαχίαν ποιησάμενοι κοινῇ τὸν πόλεμον ἐπανείλαντο πρὸς τὸν τύραννον· προορώμενοι δʼ ἐμφρόνως τὸ μέγεθος τοῦ πολέμου, τῶν τε πολιτῶν τοὺς εὐθέτους κατέλεγον στρατιώτας καὶ χρημάτων προχειρισάμενοι πλῆθος ξενικὰς δυνάμεις μεγάλας ἐμισθοῦντο. καταστήσαντες δὲ στρατηγὸν Μάγωνα τὸν βασιλέα, πολλὰς μυριάδας στρατιωτῶν ἐπεραίωσαν εἰς τὴν Σικελίαν καὶ τὴν Ἰταλίαν, διαπολεμεῖν ἐξ ἀμφοτέρας βουλόμενοι.

ὁ δὲ Διονύσιος καὶ αὐτὸς τὰς δυνάμεις διελόμενος, τῷ μὲν ἑνὶ μέρει πρὸς τοὺς Ἰταλιώτας διηγωνίζετο, τῷ δὲ ἑτέρῳ πρὸς τοὺς Φοίνικας. πολλαὶ μὲν οὖν κατὰ μέρος ἐγίνοντο μάχαι τοῖς στρατοπέδοις καὶ συμπλοκαὶ μικραὶ καὶ συνεχεῖς, ἐν αἷς οὐδὲν ἀξιόλογον ἔργον συνετελέσθη, δύο δὲ παρατάξεις ἐγένοντο μεγάλαι καὶ περιβόητοι. καὶ τῇ μὲν πρώτῃ Διονύσιος θαυμαστῶς ἀγωνισάμενος περὶ τὰ καλούμενα Κάβαλα προετέρησε, καὶ πλείους μὲν τῶν μυρίων ἀνεῖλε τῶν βαρβάρων, οὐκ ἐλάττους δὲ τῶν πεντακισχιλίων ἐζώγρησε· τὸ δʼ ἄλλο πλῆθος ἠνάγκασε καταφυγεῖν ἐπί τινα λόφον ἐρυμνὸν καὶ ἄνυδρον παντελῶς. ἔπεσε δὲ καὶ Μάγων ὁ βασιλεὺς αὐτῶν ἀγωνισάμενος λαμπρῶς.

οἱ δὲ Φοίνικες καταπλαγέντες τὸ μέγεθος τῆς συμφορᾶς εὐθὺς διεπρεσβεύσαντο περὶ διαλύσεων. ὁ δὲ Διονύσιος ἀπεφήνατο τῷ μίαν αὐτοῖς εἶναι σύλλυσιν, ἐὰν ἐκχωρήσωσι τῶν κατὰ τὴν Σικελίαν πόλεων καὶ τὰ δαπανηθέντα χρήματα κατὰ τὸν πόλεμον ἐκτίσωσιν.