Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Διοτρέφης, ἐν Ῥώμῃ δʼ ὕπατοι κατεστάθησαν Λεύκιος Οὐαλέριος καὶ Αὖλος Μάλλιος, παρὰ δʼ Ἠλείοις Ὀλυμπιὰς ἤχθη ἐνενηκοστὴ ἐνάτη, καθʼ ἣν ἐνίκα στάδιον Δίκων Συρακόσιος. ἐπὶ δὲ τούτων Πάριοι μὲν τὴν Φάρον οἰκίσαντες τοὺς τε προενοικοῦντας βαρβάρους ἔν τινι χωρίῳ καθʼ ὑπερβολὴν ὀχυρῷ ὄντι εἴασαν κατοικεῖν ἀσινεῖς, αὐτοὶδὲ παρὰ θάλατταν κτίσαντες πόλιν ἐτείχισαν.

μετὰ δὲ ταῦτα τῶν προοικούντων ἐν τῇ νήσῳ βαρβάρων δυσχεραινόντων ἐπὶ τῇ παρουσίᾳ τῶν Ἑλλήνων, καὶ μεταπεμπομένων τοὺς πέραν κατοικοῦντας Ἰλλυριούς, μικροῖς πλοίοις πολλοῖς διέβησαν εἰς τὴν Φάρον, ὄντες ὑπὲρ τοὺς μυρίους, καὶ τοὺς Ἕλληνας πορθοῦντες πολλοὺς ἀνῄρουν. ὁ δʼ ἐν τῇ Λίσσῳ καθεσταμένος ἔπαρχος ὑπὸ Διονυσίου τριήρεις πλείους ἔχων ἐπέπλευσε τοῖς τῶν Ἰλλυριῶν πλοιαρίοις, καὶ τὰ μὲν βυθίσας, τὰ δὲ χειρωσάμενος, ἀπέκτεινε τῶν βαρβάρων πλείους τῶν πεντακισχιλίων, ἐζώγρησε δὲ περὶ δισχιλίους.

Διονύσιος δὲ χρημάτων ἀπορούμενος ἐστράτευσεν ἐπὶ Τυρρηνίαν, ἔχων τριήρεις ἑξήκοντα, πρόφασιν μὲν φέρων τὴν τῶν λῃστῶν κατάλυσιν, τῇ δʼ ἀληθείᾳ συλήσων ἱερὸν ἅγιον, γέμον μὲν ἀναθημάτων πολλῶν, καθιδρυμένον δʼ ἐν ἐπινείῳ πόλεως Ἀγύλλης Τυρρηνίδος· τὸ δʼ ἐπίνειον ὠνομάζετο Πύργοι.

καταπλεύσας δὲ νυκτὸς καὶ τὴν δύναμιν ἐκβιβάσας, ἅμʼ ἡμέρᾳ προσπεσὼν ἐκράτησε τῆς ἐπιβολῆς· ὀλίγων γὰρ ὄντων ἐν τῷ χωρίῳ φυλάκων, βιασάμενος αὐτοὺς ἐσύλησε τὸ ἱερὸν καὶ συνήθροισεν οὐκ ἔλαττον ταλάντων χιλίων. τῶν δὲ Ἀγυλλαίων ἐκβοηθησάντων, μάχῃ τε ἐκράτησεν αὐτῶν καὶ πολλοὺς αἰχμαλώτους λαβὼν καὶ τὴν χώραν πορθήσας ἐπανῆλθεν εἰς τὰς Συρακούσας. ἀποδόμενος δὲ τὰ λάφυρα συνήγαγεν οὐκ ἐλάττω ταλάντων πεντακοσίων. εὐπορήσας δὲ χρημάτων, ἐμισθοῦτο στρατιωτῶν παντοδαπῶν πλῆθος, καὶ δύναμιν ἀξιόλογον συστησάμενος φανερὸς ἦν πολεμήσων Καρχηδονίοις. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.