Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Σικελίαν Διονύσιος ὁ τῶν Συρακοσίων τύραννος ἔγνω κατὰ τὸν Ἀδρίαν πόλεις οἰκίζειν. τοῦτο δὲ ἔπραττε διανοούμενος τὸν Ἰόνιον καλούμενον πόρον ἰδιοποιεῖσθαι, ἵνα τὸν ἐπὶ τὴν Ἤπειρον πλοῦν ἀσφαλῆ κατασκευάσῃ καὶ πόλεις ἔχῃ ἰδίας εἰς τὸ δύνασθαι ναυσὶ καθορμισθῆναι. ἔσπευδε γὰρ ἄφνω μεγάλαις δυνάμεσιν ἐπιπλεῦσαι τοῖς κατὰ τὴν Ἤπειρον τόποις καὶ συλῆσαι τὸ ἐν Δελφοῖς τέμενος, γέμον πολλῶν χρημάτων.

διὸ καὶ πρὸς Ἰλλυριοὺς ἐποιήσατο συμμαχίαν διʼ Ἀλκέτου τοῦ Μολοττοῦ, ὃς ἐτύγχανε φυγὰς ὢν καὶ διατρίβων ἐν ταῖς Συρακούσαις. τῶν δʼ Ἰλλυριῶν ἐχόντων πόλεμον, ἐξαπέστειλεν αὐτοῖς συμμάχους στρατιώτας δισχιλίους καὶ πανοπλίας Ἑλληνικὰς πεντακοσίας. οἱ δʼ Ἰλλυριοὶ τὰς μὲν πανοπλίας ἀνέδωκαν τοῖς ἀρίστοις τῶν στρατιωτῶν, τοὺς δὲ στρατιώτας κατέμιξαν τοῖς ἰδίοις στρατιώταις.

πολλὴν δὲ δύναμιν ἀθροίσαντες ἐνέβαλον εἰς τὴν Ἤπειρον καὶ κατῆγον τὸν Ἀλκέταν ἐπὶ τὴν τῶν Μολοττῶν βασιλείαν. οὐδενὸς δʼ αὐτοῖς προσέχοντος, τὸ μὲν πρῶτον ἐπόρθησαν τὴν χώραν, μετὰ δὲ ταῦτα τῶν Μολοττῶν ἀντιταττομένων ἐγένετο μάχη καρτερά, καθʼ ἣν νικήσαντες οἱ Ἰλλυριοὶκατέκοψαν τῶν Μολοττῶν πλείους τῶν μυρίων πεντακισχιλίων. τοιαύτῃ δὲ συμφορᾷ τῶν Ἠπειρωτῶν περιπεσόντων, Λακεδαιμόνιοι πυθόμενοι τὰ συμβεβηκότα συμμαχίαν ἐξέπεμψαν τοῖς Μολοττοῖς, διʼ ἧς τοῦ πολλοῦ θράσους ἔπαυσαν τοὺς βαρβάρους.

ἅμα δὲ τούτοις πραττομένοις Πάριοι κατά τινα χρησμὸν ἀποικίαν ἐκπέμψαντες εἰς τὸν Ἀδρίαν ἔκτισαν ἐν αὐτῷ νῆσον τὴν ὀνομαζομένην Φάρον, συμπράξαντος αὐτοῖς Διονυσίου τοῦ τυράννου. οὗτος γὰρ ἀποικίαν ἀπεσταλκὼς εἰς τὸν Ἀδρίαν οὐ πολλοῖς πρότερον ἔτεσιν ἐκτικὼς ἦν τὴν πόλιν τὴν ὀνομαζομένην Λίσσον.

ἐκ ταύτης οὖν ὁρμώμενος Διονύσιος --- σχολὴν ἄγων κατεσκεύασε νεώρια διακοσίαις τριήρεσι, καὶ τεῖχος περιέβαλε τῇ πόλει τηλικοῦτο τὸ μέγεθος, ὥστε τῇ πόλει γενέσθαι τὸν περίβολον μέγιστον τῶν Ἑλληνίδων πόλεων. κατεσκεύασε δὲ καὶ γυμνάσια μεγάλα παρὰ τὸν Ἄναπον ποταμόν, θεῶν τε ναοὺς κατεσκεύασε καὶ τἄλλα τὰ συντείνοντα πρὸς αὔξησιν πόλεως καὶ δόξαν.