Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἔν τε τοῖς πολέμοις ἀνδρείᾳ διενεγκεῖν φασὶν αὐτὸν καὶ κατὰ τὰς συμβουλὰς οὕτως εὐστοχεῖν, ὥστε τὸν βασιλέα χρώμενον ταῖς ἐκείνου παραγγελίαις μηδέποτε διαμαρτεῖν. τοιαύτῃ δʼ ἀπολογίᾳ χρησάμενος ὁ Τιρίβαζος ἀπελύθη τῶν ἐγκλημάτων ὡμολογημένως ὑπὸ πάντων τῶν δικαστῶν.

ὁ δὲ βασιλεὺς καθʼ ἕνα τῶν δικαστῶν προσκαλούμενος ἐπηρώτησε, τίσι δικαίοις προσσχὼν ἕκαστος ἀπέλυσε τὸν κατηγορούμενον. ὁ μὲν οὖν πρῶτος ἔφησε, θεωρῶν τὰ μὲν ἐγκλήματα ἀμφισβητούμενα, τὰς δʼ εὐεργεσίας ὁμολογουμένας οὔσας· ὁ δὲ δεύτερος ἔφησε, καὶ τιθεμένων ἀληθινῶν τῶν ἐγκλημάτων, ὅμως τὰς εὐεργεσίας μείζους εἶναι τῆς ἁμαρτίας· ὁ δὲ τρίτος εἶπεν ὅτι τὰς μὲν εὐεργεσίας οὐ τίθεται πρὸς λόγον διὰ τὸ τὰς περὶ αὐτῶν χάριτας καὶ τιμὰς πολλαπλασίας ἀπειληφέναι παρὰ τοῦ βασιλέως τὸν Τιρίβαζον, αὐτῶν δὲ τῶν ἐγκλημάτων κατʼ ἰδίαν θεωρουμένων μὴ φαίνεσθαι τούτοις ἔνοχον εἶναι τὸν κατηγορούμενον.

ὁ δὲ βασιλεὺς τοὺς μὲν δικαστὰς ἐπῄνεσεν, ὡς δικαίως κεκρικότας, τὸν δὲ Τιρίβαζον ταῖς νομιζομέναις μεγίσταις τιμαῖς ἐκόσμησεν. τοῦ δὲ Ὀρόντου καταγνοὺς ὡς ψευδῆ κατηγορίαν πεπλακότος ἔκ τε τῶν φίλων ἐξέκρινε καὶ ταῖς ἐσχάταις ἀτιμίαις περιέβαλεν. καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν.

κατὰ δὲ τὴν Ἑλλάδα Λακεδαιμονίων πορθούντων Μαντίνειαν, τὸ μὲν θέρος διετέλεσαν οἱ Μαντινεῖς γενναίως ἀγωνιζόμενοι πρὸς τοὺς πολεμίους· ἐδόκουν γὰρ ἀνδρείᾳ διαφέρειν τῶν Ἀρκάδων, καὶ διὰ τοῦθʼ οἱ Λακεδαιμόνιοι πρότερον εἰώθεισαν ἐν ταῖς μάχαις τούτους παραστάτας ἔχειν καὶ πιστοτάτους τῶν συμμάχων· τοῦ δὲ χειμῶνος ἐνστάντος, καὶ τοῦ παρὰ τὴν Μαντίνειαν ποταμοῦ μεγάλην αὔξησιν ἐκ τῶν ὄμβρων λαβόντος, οἱ Λακεδαιμόνιοι τὸ ῥεῦμα τοῦ ποταμοῦ διαλαβόντες μεγάλοις χώμασιν ἀπέστρεψαν τὸν ποταμὸν εἰς τὴν πόλιν καὶ πάντα τὸν σύνεγγυς τόπον ἐποίησαν λιμνάζειν.

διὸ καὶ τῶν οἰκιῶν πιπτουσῶν καταπλαγέντες οἱ Μαντινεῖς ἠναγκάσθησαν τὴν πόλιν παραδοῦναι τοῖς Λακεδαιμονίοις. οἱ δὲ παραλαβόντες ἄλλο μὲν οὐθὲν κακὸν εἰργάσαντο τοὺς Μαντινεῖς, προσέταξαν δὲ εἰς τὰς ἀρχαίας κώμας μετοικισθῆναι. διόπερ ἠναγκάσθησαν τὴν μὲν ἰδίαν πατρίδα κατασκάπτειν, εἰς δὲ τὰς κώμας μετοικῆσαι.