Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπεὶ δὲ ὁ ἐνιαυσιαῖος χρόνος διεληλύθει, Ἀθήνησι μὲν Εὐβουλίδης ἦρξεν, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν διῴκουν χιλίαρχοι ἕξ, Λεύκιος Σέργιος, Αὖλος Ποστούμιος, Πόπλιος Κορνήλιος, Κόιντος Μάνλιος.

περὶ δὲ τούτους τοὺς χρόνους Κόνων τοῦ βασιλικοῦ στόλου τὴν ἡγεμονίαν ἔχων, ὀγδοήκοντα τριήρεσι καταπλεύσας εἰς τὸν Πειραιέα τοῖς πολίταις ὑπέσχετο τὸν περίβολον τῆς πόλεως ἀνοικοδομήσειν· τοῦ γὰρ Πειραιέως τὰ τείχη καὶ τὰ μακρὰ σκέλη καθῄρητο κατὰ τὰς Λακεδαιμονίων συνθήκας, ὅτε κατεπονήθησαν ἐν τῷ Πελοποννησιακῷ πολέμῳ.

ὁ δʼ οὖν Κόνων μισθωσάμενος πλῆθος τεχνιτῶν, καὶ τὸν ἐκ τῶν πληρωμάτων ὄχλον εἰς ὑπηρεσίαν παραδούς, ταχέως τὸ πλεῖστον μέρος τοῦ τείχους ἀνῳκοδόμησε· καὶ γὰρ Θηβαῖοι πεντακοσίους τεχνίτας καὶ λιθοτόμους ἀπέστειλαν, καί τινες ἄλλαι τῶν πόλεων παρεβοήθησαν.

Τιρίβαζος δʼ ὁ τῶν κατὰ τὴν Ἀσίαν πεζῶν δυνάμεων ἀφηγούμενος ἐφθόνει ταῖς τοῦ Κόνωνος εὐπραξίαις, καὶ πρόφασιν μὲν λαβὼν ὅτι ταῖς βασιλικαῖς δυνάμεσι τὰς πόλεις Ἀθηναίοις κατακτᾶται, προαγαγόμενος δʼ αὐτὸν εἰς Σάρδεις συνέλαβε καὶ δήσας εἰς φυλακὴν κατέθετο.